De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
διανοίας ἀσθενὲς, οὐκ ἀναμενούσης τρόπον τινὰ πρὸς Θεὸν, οὔτε μὴν οἵας τε ἰδεῖν τὴν δόξαν αὐτοῦ, κατά γε τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,» ἤγουν ἐκεῖνο, τὸ «Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος· ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέπουσιν.» Ἡμεῖς δὲ τοῖς περὶ τῆς ἀῤῥήτου φύσεως προσιέντες λόγοις, καθαροῖς καὶ πεφωτισμένοις ὄμμασιν, ἐν Υἱῷ διαπρέπον τὸ τοῦ Θεοῦ καὶ Πατρὸς 68.237 καταθεώμεθα κάλλος. Καὶ οἰομένοις μὲν Ἰουδαίοις ὅτι τεθέανται τὸν Πατέρα, σοφῶς ἐλέγετο παρὰ Χριστοῦ· «Οὔτε εἶδος αὐτοῦ ἑωράκατε, οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε.» Φιλοπευστοῦντι δὲ τῷ Φιλίππῳ λίαν, καὶ παχύτερον μὲν ἢ ἐχρῆν, ἐκ φιλομαθείας δ' οὖν ὅμως ἐρομένῳ καὶ λέγοντι· «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν,» ἀπεκρίνατο Χριστός· «Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν;» Ὅτι δέ ἐστιν οὐκ εὐσθενὴς ἄγαν, οὔτε μὴν ἱκανὴ πρὸς Θεοῦ κατάδειξιν ἀκριβῆ καὶ ἀμώμητον, ἡ διὰ τῆς κατὰ νόμον ἐντολῆς θεωρία τε καὶ παίδευσις, ὡς ἐν σκιᾷ καὶ αἰνίγματι καὶ διὰ ταῖν δυοῖν τοῦ Λάβαν ὀψόμεθα θυγατέροιν. Γέγραπται γὰρ, ὅτι Τῷ δὲ Λάβαν ἦσαν δύο θυγατέρες, ὄνομα τῇ μείζονι Λεία, καὶ ὄνομα τῇ ἑτέρᾳ Ῥαχήλ. Οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς, Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα· καὶ προσέκειτο μὲν τῇ Ῥαχὴλ ὁ πατριάρχης Ἰακὼβ, ἠγάγετο δὲ πρὸ αὐτῆς τὴν Λείαν. Μετοιχομένου δὴ οὖν εἰς τὸ ἀληθὲς τοῦ τύπου, τὸ Χριστοῦ κατόψει μυστήριον. ∆ύο γάρ εἰσιν αἱ πρὸς οἰκειότητα κεκλημέναι τὴν πνευματικὴν ἡρμοσμέναι τε αὐτῷ γυναῖκες· πρεσβυτέρα μὲν, ἡ πρώτη, καὶ διὰ Μωσέως ὡς ἐν προσώπῳ τῆς Ἰουδαίων συναγωγῆς, πρὸς ἣν εἴρηται παρὰ Θεοῦ διὰ φωνῆς προφητῶν· «Ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου, οὐδὲ ἡ καρδία σου καλὴ, ἀλλ' ἢ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὰ ἀδικήματά σου, καὶ εἰς φόνον τοῦ ποιεῖν.» ∆ευτέρα δὲ ἦν ἡ νεᾶνις καὶ ἐκπρεπεστέρα, τοῦτ' ἔστιν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, πρὸς ἣν ὁ θεῖος ἔφη ∆αβίδ· «Ἄκου-σον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· ὅτι ἐπεθύμησεν ὁ Βασιλεὺς τοῦ κάλλους σου.» Εἴρηται δέ που πρὸς αὐτὴν καὶ τὸ, «Οἱ ὀφθαλμοί σου περιστεράς.» Νοητὸν δὲ δή που καὶ ὑπερκόσμιον ἀληθῶς τῆς Ἐκκλησίας τὸ κάλλος. Γέγραπται γὰρ, ὅτι «Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως, Ἐσεβών.» Τὸ δὲ, Ἐσεβὼν, ἔσωθέν ἐστιν Ἑβραίων φωνῇ· σώματος μὲν γὰρ ὀφθαλμοῖς οὐχ ἁλώσιμον, καθαροῦ δὲ νοῦ προσβολαῖς εὐκάτοπτον. Ἢ οὐχ ὧδε ἔχει; {ΠΑΛΛ.} Πάνυ μὲν οὖν. {ΚΥΡ.} Οὐκοῦν οὐ διὰ τῆς κατὰ νόμον παιδαγωγίας κατίδοι τις ἂν τὸ θεῖόν τε καὶ ἀκήρατον κάλλος, ἐν Χριστῷ δὲ μᾶλλον καὶ τοῖς δι' αὐτοῦ παιδεύμασιν. {ΠΑΛΛ.} Ἀληθές. {ΚΥΡ.} Ἱκανὸς δὲ πρὸς λύτρωσιν, ὦ Παλλάδιε, καὶ πρός γε τὸ δύνασθαι χειρός τε καὶ τυραννίδος ἐξελέσθαι διαβολικῆς, οὐχὶ Μωσῆς, ἢ νόμος, ἀλλ' ὁ Μωσέως ∆εσπότης, τοῦτ' ἔστι Χριστὸς, καὶ μυστηρίου τοῦ κατ' αὐτὸν ἡ δύναμις. Καὶ γοῦν Θεοῦ λέγοντος· «Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου ἐν Αἰγύπτῳ, καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· οἶδα γὰρ ὀδύνην αὐτῶν, καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων, ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης εἰς γῆν ἀγαθὴν καὶ πολλὴν, εἰς 68.240 γῆν ῥέουσαν γάλα καὶ μέλι.» Καὶ προστιθέντος εὐθύς· «Καὶ νῦν ἰδοὺ ἡ κραυγὴ τῶν υἱῶν Ἰσραὴλ, ἥκει πρός με· κἀγὼ ἑώρακα τὸν θλιμμὸν, ὃν οἱ Αἰγύπτιοι θλίβουσιν αὐτούς· καὶ νῦν δεῦρο, ἀποστελῶ σε πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐξάξεις τὸν λαόν μου, τοὺς υἱοὺς Ἰσραὴλ, ἐκ γῆς Αἰγύπτου·» σαφῶς δὲ καὶ διαῤῥήδην ἀνεκεκράγει Μωσῆς· «Τίς εἰμι ἐγὼ, ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου;» Ἆρ' οὖν οὐκ ἐναργὴς ὁ τύπος, καὶ ὁ τῆς παραιτήσεως τρόπος οὐχὶ τὴν ἀναφορὰν ἐπὶ τὸ ἀσυγκρίτως ὑπερτεροῦν καὶ ὑπερκείμενον ἔχει, τοῦτ' ἔστι, Χριστόν; Ὡς τὸ, «Τίς εἰμι ἐγώ;» λέγειν ἀνάρμοστον· εὐπετὲς δὲ λίαν τὸ ἐξελέσθαι λαοὺς, καὶ σώζειν ἔθνη, καὶ ἀποκομίζειν εἰς ἐλευθερίαν, συντετριμμένου καὶ ἀτονήσαντος, τοῦ πρὸς δουλείαν