De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
διάφορος καὶ οὐχ εἷς νοοῖτ' ἂν ὑπάρχειν, καὶ μάλα εἰκότως, τῆς προσαγωγῆς ὁ τρόπος. Οἱ μὲν γὰρ, οὐκ ἄγαν εὐσθενῶς, οἱ δὲ, θερμοτέραις 68.1037 ὥσπερ προθυμίαις εἰς τοῦτο διᾴττουσιν, καὶ σφριγώσῃ διανοίᾳ, καὶ νῷ διεγηγερμένῳ, καὶ ἀκμαιοτάταις ὁρμαῖς ἴενται πρὸς κατόρθωσιν, ὧν ἂν δεήσῃ πληροῦν, καὶ ἀποπεραίνειν δύνασθαι τὸ αὐτῷ δοκοῦν. Εἶεν δ' ἂν οὗτοι, κατά γε τὸ ἐκ τῆς ἱστορίας ὑποδηλούμενον οἱ ἀπὸ εἰκοσαετοῦς καὶ ἕως ἑξήκοντα ἔτους· ἀνέρχεται μὲν γὰρ ἕως ἑξηκοστοῦ λοιπὸν ἔτους, εὐσθενὲς εἶναι τὸ σῶμα, καὶ ἐν τοῖς ἀκμαιοτάτοις κινήμασι. Βέβηκε δὲ ἤδη καὶ ἔῤῥωταί πως ὁ νοῦς, καὶ μάλα ἐπιτηδείως ἔχει πρὸς παραδοχὴν, ὧν ἂν ἕλοιτο μαθεῖν. Ὁ δὲ εἰδὼς τὸ πλάσμα ἡμῶν, κατὰ τὸ γεγραμμένον, ἔγνω που πάντως τοιάνδε τινὰ καὶ ἐν ψυχαῖς ἡλικίαν. Ἐξ ὁμοιώσεων γὰρ ὁ λόγος τῶν σωματικῶν διέρπει που πάντως ἐπὶ τὰ νοητά. Εἴτ' οὖν ἄρσεν εἴη τυχὸν, εἴτ' οὖν θήλεια, τῆς νοητῆς ἡλικίας ἐν ἀκμαῖς ἔτι κείμενοι, προσκομιζόντων τὰ ὡρισμένα, τουτέστιν, ἄρσην, ὡς ἐν διδράχμοις πεντήκοντα τὸν ἀρτίως ἔχοντα, καὶ ὅτι μάλιστα τελεώτατον, τῆς πνευματικῆς λατρείας καρπὸν, ὃς διὰ τῶν ἑπτάκις ἑπτὰ, πρὸς λῆξιν ἤδη τὴν ἀνωτάτω, καὶ εἰς τελειότητα μεμαρτυρημένος ὁρᾶται σαφῶς. Ἡ δέ γε θήλεια πάλιν, ὡς ἐν διδράχμοις τριάκοντα· μεῖον μὲν γὰρ ἢ τὸ ἄρσεν εὐδοκιμεῖ, προσκομίζει δὴ οὖν ὅμως ὡς κατ' ἰδίαν φύσιν, τὸν ἐν τελειότητι καὶ πόνῳ καρπὸν, ὡς διὰ τριῶν δεκάδων ὑποδηλούμενον. Ὁ δὲ ἀπὸ πενταετοῦς, καὶ ἕως εἰκοσαετοῦς, εἰ μὲν ἄρσεν εἴη, διδράχμων εἴκοσι ποιεῖται κατάθεσιν. Εἰ δέ γε θήλεια, δέκα. Ἐκ πέντε γὰρ, οἶμαι, καὶ μόλις ἐτῶν, ἄρχεταί πως ὁ νοῦς ἀναμύειν ὥσπερ εἰς σύνεσιν, νηπιοπρεπῆ μὲν ἔτι καὶ ἀσθενῆ, πλὴν ἰοῦσαν ὡς ἐπὶ τὸ ἄμεινον, ἐπίδοσιν δὲ τὴν εἰς τὸ ἀείπως εὐσθενὲς τὸ σῶμα ποιεῖται Ἢ οὐ συνιεῖς ὃ λέγω; {ΠΑΛΛ.} Καὶ μάλα. {ΚΥΡ.} Συμμεμέτρηται μὲν οὖν ταῖς πνευματικαῖς εὐρωστίαις καὶ ὁ παρ' ἑκάστου καρπός. Κατόπιν δὲ πανταχοῦ τὸ θῆλυ τοῦ ἄρσενος, καὶ ἐν ἡμίσει πολλάκις. Ὅτι γὰρ τὸ σκεῦος ἀσθενὲς, μεμαρτύρηκε σαφῶς ὁ θεσπέσιος Παῦλος. Λείπεται δὲ τῆς ἀνδρῶν εὐφυΐας, καὶ σιωπᾷ μὲν ἐν ἐκκλησίαις. Οὐ γὰρ πεπίστευται λόγον, εὐσθενὲς δὲ οὔτι που πρὸς κατόρθωσιν ἀρετῆς, ὡς ἂν ὁρῷτο ἄρσεν. Ἀπὸ δέ γε μηνιαίου, φησὶ, καὶ ἕως πενταετοῦς, πέντε μὲν δίδραχμα τὸ ἄρσεν· τρία δὲ αὖ, τὸ θῆλυ. Καί τοι τίς γένοιτο παρὰ βρεφῶν ὁ καρπός; Οὐκοῦν πως ἀρτιγενὲς ἐν Χριστῷ παιδίον ὁ λόγος ἡμῖν ὑπαινίττεται, οἷς καὶ τὸ γάλα πρέπειν εἰς τροφὴν ὁ ἱερὸς ἔφη Παῦλος. Τῶν γὰρ ἄρτι κεκλημένων διὰ τῆς πίστεως, καὶ νηπιαζόντων ἔτι, βραχὺς ὁ καρπός· καὶ τοῦτο εἰδότες οἱ θεσπέσιοι μαθηταὶ, τοῖς ἐξ ἐθνῶν ἐπιστέλλουσι, καὶ τῆς πλείστης ὅσης εὐαγγελικῆς ἐντολῆς δοθείσης παρὰ Χριστοῦ, φυλάττεσθαι δεῖν ἀπό τε πορνείας καὶ πνικτοῦ καὶ αἵματος. Ταῦτα δὲ δρῶντας εὐπράξειν ἔφασκον. Οὐ γάρ τοι τοῖς ἄγαν φορτικοῖς καταβαρύνεσθαι χρὴ τὸν τρυφερὸν ἔτι καὶ νηπιάζοντα νοῦν. Προσετίθη δὲ ὁ νόμος, ἐξαιτεῖσθαι δεῖν τοὺς ἀπὸ ἑξακονταετοῦς καὶ ἐπάνω, ἄρσενα μὲν, δέκα καὶ πέντε δίδραχμα, θήλειαν δὲ, δέκα. Τὸ γὰρ ἤδη νενευ 68.1040 κὸς εἰς τὸ ἄναλκί τε καὶ ἀδρανὲς, οὐκ ἂν γένοιτό πως ἐν εὐκαρπίᾳ πολλῇ, καθάπερ ἀμέλει καὶ τὰ γηράσκοντα τῶν φυτῶν, παλαιουμένης αὐτῶν τῆς ῥίζης, κατοκνοῦντα φαίνεται πρὸς τὴν ὡρίμων ἐκβολήν. Οὐκοῦν ὁ δίκαιος ἀληθῶς καὶ φιλοικτίρμων Θεὸς, ἀναλόγως ταῖς ἑκάστου προθυμίαις, καὶ τῇ κατὰ νοῦν ἐπιτηδειότητι, δέχεται τοὺς καρποὺς, οὔτε τὸ ἄναλκι καὶ ἀφηβηκὸς, ἔξω τε λόγου τιθεὶς, καὶ ἀποπέμπων ὡς ἀδρανὲς, οὔτε μὴν ἀγέραστον τὸ εὐσθενὲς ἀνιεὶς, ἀνευρύνων δὲ ὥσπερ τοῖς ἐθέλουσι τὸ εὐδοκιμεῖν, καθ' ὃν ἂν ἕκαστος ἔχοι τρόπον. Τοὺς δέ γε τὴν ἕξιν ἀσθενεστέρους, τάχα δέ που καὶ ὀλιγογνώμονας, αὐτὸς ἕξει, τὴν καρποφορίαν ἐπιμετρῶν ἑκάστῳ τὸ κατ' ἰσχύν. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, «Στήσεται ἐναντίον τοῦ ἱερέως, καὶ τιμήσει αὐτὸν ὁ ἱερεὺς, καθ' ὅσον ἰσχύει ἡ χεὶρ τοῦ εὐξαμένου.» {ΠΑΛΛ.} Ὡς ἰσχνὸς ὁ λόγος! {ΚΥΡ.} Ἀνακομιστέον δὴ οὖν, ὦ Παλλάδιε, τῷ Θεῷ, καθάπερ ὀσμὴν εὐωδίας, καὶ ὀφλημάτων ἐν τάξει, πολιτείαν ἁγιοπρεπῆ, καὶ τῆς ἐξαιρέτου ζωῆς τὰ αὐχήματα.