De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
εὐθυμεῖσθαι δεῖν, καὶ καταπιαίνεσθαι τοῖς παρὰ Θεοῦ. Ἄθρει γὰρ ὅπως τὸ ἔλαιον οὐχὶ μόνοις τοῖς τρισὶν ἐπεχεῖτο δεκάτοις, ἀλλὰ καὶ δυσὶ, καὶ ἑνί. Ἐνδελεχισμοῦ δὲ θυσίαν καὶ ὁλοκαυτώματα, καλεῖ τὸν ἀμνὸν τὸν σφαγιαζόμενον ἐν τῇ ἁγίᾳ σκηνῇ τὸ πρωῒ, καὶ ἀγχοῦ πρὸς ἑσπέραν. ∆ι' οὗ δὴ πάλιν ἐξέσται μαθεῖν, ὅτι πολὺ τὸ εὐῶδες τῆς ἁγίας σκηνῆς, καὶ ἀκατάληκτος ἀληθῶς, ἡ τῶν Ἐκκλησιῶν εὐοσμία, καὶ τῶν ἐν αὐταῖς ἁγίων. Εὐωδιάζουσι γὰρ τὸν Ἐμμανουὴλ, καὶ τὸ ἐπὶ Χριστῷ τελοῦσι μυστήριον τὴν ἀναίμακτον λατρείαν προσκομίζοντες τῷ Θεῷ. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ πρωΐ τε καὶ πρὸς ἑσπέραν ὁλοκαυτίζεσθαι τοὺς ἀμνούς. Ἀρχῇ γὰρ καὶ τέλει, καὶ διὰ μέσου λαμβάνεται. Οὐκοῦν ἀπαρχῆς μέχρι τέλους τὸ εὐῶδες ἐν Ἐκκλησίαις, ὡς ἐν ἀμνῷ τῷ Χριστῷ. {ΠΑΛΛ.} Εὖ ἔφης. {ΚΥΡ.} Ἑτέραν δὲ αὖ νόμος ἐπισυνάπτει τῇ πρώτῃ τὴν ἑορτὴν, μονονουχὶ δὲ καὶ αὐτοὺς ἡμῖν τοὺς καιροὺς συνείρει λέγων ἐν τοῖς Ἀριθμοῖς· «Καὶ τῇ ἡμέρᾳ τῶν νέων, ὅταν προσφέρητε θυσίαν νέαν Κυρίῳ τῶν ἑβδομάδων, ἐπίκλητος ἁγία ἔσται ὑμῖν, πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. Καὶ προσάξετε ὁλοκαυτώματα εἰς ὀσμὴν εὐωδίας Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους. Ἡ θυσία αὐτῶν σεμίδαλις ἀναπεποιημένη ἐν ἐλαίῳ, τρία δέκατα τῷ μόσχῳ τῷ ἑνὶ, καὶ δύο δέκατα τῷ κριῷ τῷ ἑνὶ, δέκατον δέκατον τῷ ἀμνῷ τῷ ἑνὶ, τοῖς ἑπτὰ ἀμνοῖς, καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, ἐξιλάσασθαι περὶ ὑμῶν, πλὴν τοῦ ὁλοκαυτώματος τοῦ διαπαντός. Καὶ τὴν θυσίαν αὐτῶν ποιήσετέ μοι, ἄμωμοι ἔσονται ὑμῖν, καὶ τὰς σπονδὰς αὐτῶν.» Ἐν μηνὶ μὲν γὰρ τῷ πρώτῳ, κατὰ τοὺς Ἑβραίων νόμους, ὁ ἀμνὸς ἐσφάζετο. Τῷ δὲ ἀγχοῦ τάχα που καὶ γείτονι, συναγείρειν ἔθος τὰ ἐξ ἀγρῶν, ὀσπρίων δὴ λέγω τὰ πρώϊμα, καὶ δέσμην ἀμάλλης, ἀμηθέντος ἤδη καὶ σίτου. Καιρὸς οὖν ἄρα τῶν νέων, καθ' ὃν ἐξ ἀγρῶν συναγείρεσθαι χρὴ, τὰ ἐν αὐτοῖς ἐσπαρμένα. Κλητὴ δὲ πάλιν ἡ τοιάδε, φησὶν, ἑορτὴ, καὶ περαινέσθω συννόμως, πόνου καὶ ἱδρῶτος ἐξῃρημένον. Ἀνεῖσθαι γὰρ ἔθος ἐν ἑορταῖς καὶ ἀποφοιτᾷν ὅτι μάλιστα τῶν ἐργωδεστέρων. Ἀναμάθοι δ' ἄν τις κἀκ τοῦδε δὴ πάλιν, ὅτι τοὺς ἁγίαν τῷ Θεῷ τελοῦντας τὴν ἑορτὴν, πρέποι ἂν ἥκιστά γε, τὴν ἀκλεᾶ καὶ παμμόχθηρον πληροῦν ἁμαρτίαν. Ἀνέντας δὲ ὥσπερ καὶ πληροῦντας τὸν νοῦν, τοῖς εἰς ἀρετὴν ἐντρυφᾷν σπουδάσμασι. Προσφέρονται δὲ καὶ εἰς ὁλοκαύτωμα καὶ θυσίαν, μόσχοι μὲν δύο, κριὸς δὲ εἷς καὶ ἑπτὰ ἀμνοὶ, σεμίδαλις ἐλαιοβραχὴς, καὶ χίμαρος ἐξ αἰγῶν. Καὶ ὅποι ποτὲ βλέποι τοῦ νόμου τὸ αἴνιγμα, διειρηκότες ἀρτίως, οὐ ταυτολογήσομεν. Πλὴν, ἐκεῖνο ἐροῦμεν ἀναγκαίως, ὅτι τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναστά 68.1093 σεως ἀνατυποῖ τὸ μυστήριον, ὁ τῶν νέων καιρός· ἀνέθαλε γὰρ ἡ ἀνθρώπου φύσις ἐν πρώτῳ Χριστῷ, ἀποτριψαμένη τὴν φθορὰν, καὶ τὴν ἐκ τῆς ἁμαρτίας παλαίωσιν ἀποβαλοῦσα λοιπόν. Τοιγάρτοι καὶ ἐπὶ τῷδε λίαν ἀπεσεμνύνετο λέγουσα· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης.» Ἱμάτιον σωτηρίου, καὶ μὴν καὶ εὐφροσύνης ἄμφιον, τὴν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καὶ ἐν Χριστῷ που πάντως ὠνόμασεν ἀφθαρσίαν, σαφέστερον δὲ καὶ τὸν ἐπὶ τῇδε τῇ πανηγύρει νόμον, καὶ διὰ πλείστων ὅσων ἐμφανὲς τὸ αἴνιγμα καθίστη λέγων ἐν τῷ Λευϊτικῷ· «Εἶπον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ὅταν εἰσέλθητε εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίζητε τὸν θερισμὸν αὐτῆς, καὶ οἴσετε τὸ δράγμα ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα, καὶ ἀνοίσει τὸ δράγμα ἔναντι Κυρίου δεκτὸν ὑμῖν. τῇ ἐπαύριον τῆς πρώτης ἀνοίσει αὐτὸ ὁ ἱερεύς. Καὶ ποιήσετε ἐν τῇ ἡμέρᾳ ἐν ᾗ ἂν φέρητε τὸ δράγμα, πρόβατον ἄμωμον ἐνιαύσιον εἰς ὁλοκαύτωμα τῷ Κυρίῳ, καὶ τὴν θυσίαν αὐτοῦ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ, θυσία τῷ Κυρίῳ, ὀσμὴν εὐωδίας Κυρίῳ, καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ ἲν οἴνου, καὶ ἄρτον, καὶ πεφρυγμένα χίδρα νέα οὐ φάγεσθε ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τῷ Θεῷ ὑμῶν. Νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσῃ κατοικίᾳ ὑμῶν. Καὶ ἀριθμήσετε ὑμῖν ἀπὸ τῆς ἐπαύριον τῶν Σαββάτων, ἀπὸ τῆς