De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ἀλλ' ἡνωμένων ἐν πνεύματι, καὶ οἱονεί πως συνεσφιγμένων εἰς ἓν καθ' ἑνότητα τὴν ἐν Χριστῷ διὰ πίστεως. Πανταχοῦ γὰρ καὶ ἐν πάσαις εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Πλάτος δὲ ἑκάστῃ τῶν αὐλαιῶν πήχεις τέσσαρες, καὶ ὀκτὼ καὶ εἴκοσι τὸ μῆκος. Καὶ περίεργον μὲν καὶ ἰσχνὸν τὸ αἴνιγμα, πλὴν οἶμαι καταδηλοῦν αὐτὸ σκοτεινῶς τε καὶ ἀμυδρῶς, ὅτι καὶ ἡ διὰ νόμου παίδευσις δεκτή πως ἐν Ἐκκλησίαις, στενοτάτη μὲν οὖσα διά γε τὸ ἀσυμφανὲς τοῦ γράμματος· προϊόντος γε μὴν εἰς μῆκος τοῦ χρόνου, τέλος ἕξει τὸ περὶ Χριστοῦ μυστήριον, τοῦτ' ἔστι, τὴν ὀγδόην, ἤτοι τὴν ἐν ὀγδόῃ γενομένην ἀνάστασιν. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς, πρὸς ὃν καὶ ὁ θεῖος ἀνακέκραγε ∆αβίδ· «Πλατεῖα ἡ ἐντολή σου σφόδρα.» Γράφει δὲ καὶ ὁ θεσπέσιος Παῦλος, τοῖς τὴν ἐν νόμῳ λατρείαν τῆς εἰς Χριστὸν πίστεως προτετιμηκόσι· «Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται· οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. Τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις λέγω. Πλατύνθητε καὶ ὑμεῖς, μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις.» Ὁρᾷς ὅτι τὸ προσκεῖσθαι θέλειν τοῖς ἀπειθήσασιν Ἰουδαίοις καὶ λαλοῦσιν ἔτι τὰ ἐν νόμῳ μετὰ τὴν πίστιν, στενοχωρεῖσθαι ποιεῖ; {ΠΑΛΛ.} Συνίημι. {ΚΥΡ.} Ἱστία δὲ ταῖς αὐλαίαις ἐκ βύσσου κεκλωσμένης, καὶ ὑακίνθου καὶ πορφύρας, καὶ κοκκίνου κεκλωσμένου. Παμποίκιλος γὰρ τῆς Ἐκκλησίας ὁ κόσμος. Τοῦτό τοι καὶ ὁ θεσπέσιος ψάλλει ∆αβὶδ, ὡδί πη λέγων περὶ αὐτῆς· «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, 68.636 πεποικιλμένη.» Κόσμημα δὲ καὶ ὡραϊσμὸς ἐν αὐτῇ πολυειδὴς, ὁ Χριστὸς, εἷς μὲν κατὰ φύσιν ὑπάρχων, αἰνίγμασι δὲ πολλοῖς καὶ διαφόροις νοούμενος, οἷον, φέρε εἰπεῖν, καὶ βύσσος κεκλωσμένη. Ἰσχνὸς γὰρ ὢν καὶ ἀσώματος κατὰ φύσιν ὁ ἐκ Θεοῦ τοῦ Πατρὸς Λόγος, κέκλωσται τρόπον τινὰ διὰ τῆς οἱονεὶ πρὸς σάρκα συμπλοκῆς. Οὐκοῦν καὶ βύσσος κεκλωσμένη, καὶ μὴν, καὶ ὡς ὑάκινθος, ὅτι μὴ ἐκ γῆς, ἀλλ' ἄνωθεν καὶ ἐξ οὐρανοῦ· ὑακίνθῳ γάρ πως παρεικάζεται τὸ ὑψοῦ τε καὶ ἄνω καὶ αἰθέριον σῶμα, τὸ καὶ μέχρις αὐτοῦ διῆκον τοῦ στερεώματος. Οὐκοῦν ὡς ὑάκινθος διὰ τὸ ἐξ οὐρανοῦ, πορφύρα δὲ, ὅτι μὴ δοῦλος, ὡς γενητὸς, ἀλλ' ἐκ Θεοῦ βασιλεὺς, καὶ τῶν ὅλων Κύριος. Κεκλωσμένον δὲ κόκκινον· ἐν συμπλοκῇ γὰρ, ὡς ἔφην, τῇ πρὸς σάρκα νοούμενος, καὶ ὑπάρχων ἀληθῶς ὁ τοῦ Θεοῦ Λόγος, τὸ ἴδιον αἷμα δέδωκεν ὑπὲρ ἡμῶν. Αἵματος γὰρ σημεῖον, τὸ κόκκινον· Χερουβὶμ δὲ, τῶν δειρέων ἡ γραφὴ, τὸ συνῆφθαι τάχα που τοῖς ἄνω τὰ κάτω, καὶ ταῖς ἐν οὐρανῷ δυνάμεσι τὴν ἐπὶ τῆς γῆς Ἐκκλησίαν ἡνῶσθαι λοιπὸν καταδηλοῦντος τοῦ πράγματος εὖ μάλα. Ἰστέον δὲ ὅτι καὶ ὁ σοφώτατος Σολομὼν, ἐνεκόλαψε τοῖς τείχεσι τοῦ ναοῦ τὰ Χερουβίμ. Ἐκπεποίηται δὲ τὸν αὐτὸν τουτονὶ τρόπον καὶ ἡ διατύπωσις τοῦ οἴκου τοῦ σημαινομένου διὰ φωνῆς Ἰεζεκιήλ. Καλύμματα δὲ ταῖς αὐλαίαις δέῤῥεις, ἀγκύλαις τε καὶ κρίκοις συνεσφιγμέναι. Καὶ μὴν καὶ ἐπικαλύμματα, δέρματα ὑακίνθινα, καὶ δέρματα κριῶν, ἠρυθροδανωμένα, τῆς Ἐκκλησίας τὸν σκεπαστὴν Χριστὸν ὑπεμφαίνοντα, διὰ μὲν τοῦ ὑακίνθου πάλιν, ὡς ἐξ οὐρανοῦ καὶ ἄνωθεν. διὰ δέ γε τοῦ ἐρυθροῦ χρώματος, ὡς ἐν σαρκὶ γέγονεν. Τοιουτονὶ γάρ πώς ἐστι τὸ τῆς σαρκὸς χρῶμα. {ΠΑΛΛ.} Οὐκ ἔξω λόγου ταυτὶ τεθεωρῆσθαί φημι. {ΚΥΡ.} Στύλοι δὲ ταῖς αὐλαίαις, εὖρος μὲν εἰς πῆχυν ἰόντες ἕνα τε καὶ ἥμισυ. Μῆκος δέ γε μὴν εἰς δέκα, κεφαλὰς μὲν καὶ σώματα χρυσῷ διαπεπασμένοι, βάσεσι δὲ διπλαῖς καὶ ἀργυραῖς ἐπερηρεισμένοι. Νοεῖται δὲ πάλιν ὡς ἐν ἑκάστῳ στύλῳ Χριστὸς, τῆς Ἐκκλησίας τὸ ἔρεισμα, τὸ τῆς ἀληθείας ἑδραίωμα, κατὰ τὴν τοῦ Παύλου φωνήν. Ἵστησι δὲ καὶ συνέχει τὰ πάντα αὐτός. ∆ιὰ μὲν γὰρ τοῦ ἑνός τε καὶ ἡμίσους πήχεως, ὡς τέλειος κατὰ φύσιν θεότητος, μείων δὲ αὖ, ὡς ἐν ἀνθρωπότητος μέτροις, πλαγίως ὑποσημαίνεται. Οὐκ εὔηθες δὲ εἰπεῖν, ὅτι παντέλειος μὲν, ὡς ἐν ὁλοκλήρῳ πήχει Χριστὸς, ἐπεί τοι Θεός ἐστι κατὰ φύσιν. Ὡς δὲ ἐν ἡμίσει πήχεως, ὑφειμένος διὰ τὸ ἀνθρώπινον. Τέλειον γὰρ ἐν γενητοῖς οὐδέν. Πλούσιος δὲ ὢν, ἐπτώχευσεν ἐν ἡμῖν,