De adoratione et cultu in spiritu et veritate ΠΙΝΑΞ ΤΗΣ∆Ε ΤΗΣ ΒΙΒΛΟΥ.
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑΙ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
καθορίζεται, Τεθνήξεται γὰρ ὃς ἂν ἀλογήσῃ, φησὶ, τοῦ ἱερέως τοῦ παρεστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ. Μέγα δὴ οὖν καὶ οὐκ ἀθαύμαστον ἀληθῶς, ἡ ὑπὸ Θεῷ παράστασίς τε καὶ λειτουργία. Ὁ δὲ τὸν τοῦ Θεοῦ λειτουργὸν ἀτιμάσας, ὑπὸ δίκην ἔσται καὶ κόλασιν, καὶ ὁ τὸ θεῖον ἀξίωμα περιπτύων, πικροὺς τῆς ὑπεροψίας ἀποτίσει λόγους. Πεφροντικότα δὲ καὶ αὐτὸν εὑρήσομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῆς εἰς τόνδε τὸν νόμον αἰδοῦς. Προσεφώνει γὰρ ὡδὶ τοῖς Ἰουδαίων λαοῖς· «Ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν, ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε.» Μηδεὶς οὖν κρινέτω τὸν ἱερουργὸν, κἂν εἰ παρειμένος ὁρῷτό πως, καὶ εἰ τὸ ῥᾴθυμον ἔχοι πρός γε τὸ βιοῦν ἑλέσθαι συννόμως, διερμηνεύοντι δὲ τὸν νόμον, προσκομιζέτω τὴν εὐπείθειαν. Πάσχει μὲν γὰρ τὰ ἀπὸ γνώμης οἰκείας, ἐξηγεῖται δὲ τὰ τοῦ Θεοῦ. Οὐκ ἀτιμαστέον οὖν τὰ τοῦ Θεοῦ διὰ τὰ ἀνθρώπινα. {ΠΑΛΛ.} Οὐ μὲν οὖν. {ΚΥΡ.} Λαμπρὸν δὲ ὅτι καὶ ἀπόβλεπτον ἀληθῶς τῆς ἱερωσύνης τὸ χρῆμα, κἀντεῦθεν εἴσῃ τοι· ἐπισημοτάτην μὲν γὰρ ἔχει τὴν εἰσβολὴν, καὶ μέν τοι καὶ τὴν κατάληξιν. Οὐδὲ γὰρ ἄν τις λάθοι πρὸς ἱερουργίαν ἠγμένος, ἤγουν κεκλημένος παρὰ Θεοῦ, πρὸς τὰς ἄνω τε καὶ ἐν οὐρανῷ μονὰς, καὶ μεθεὶς ἑτέρῳ τὴν ἱερωσύνην. Τοιγάρτοι καὶ ὁ Χριστὸς, τοὺς τὸ εὐαγγελικὸν τοῖς ἔθνεσιν ἱερουργοῦντας κήρυγμα, καὶ προσέτι τοῖς ἐξ Ἰσραὴλ πάντη τε καὶ πάντως ἔσεσθαι περιφανεῖς, καὶ ἀπόβλεπτον ἔφη λαχεῖν τὴν δόξαν. «Οὐδεὶς γὰρ λύχνον ἅψας, εἰς τὸ κρυπτὸν τίθησιν, ἀλλ' οὐδὲ ὑπὸ κλίνην,» φησὶν, «ἤγουν ὑπὸ μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, ἵνα πάντες οἱ εἰσπορευόμενοι, τὸ φῶς βλέπωσιν·» ἀληθὲς γὰρ ὅτι εἰρημένον, τὸ ἐν δόξῃ φημὶ τῇ περιφανεῖ καὶ τεθαυμασμένῃ, τὸν θεῖον ἔσεσθαι λειτουργὸν, ἀναπειθέτω βοῶν καὶ 68.885 ὁ θεσπέσιος Ἡσαΐας· «Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών.» {ΠΑΛΛ.} Ἀλλ' ὧδε μὲν ὅτι ταῦτα ἔχει, παντί τῳ σαφές. Φράζε δ' ὅπως ὁ ἐπὶ τῷδε τύπος, καὶ διὰ τῶν ἱερῶν ἡμῖν ἐσκιαγραφεῖτο λόγων. {ΚΥΡ.} Καὶ μὴν, ὦ ἑταῖρε, πάρα σοι καὶ λίαν ἀμογητὶ καθορᾷν ὡς ἐν παχυτέροις ἔτι τύποις, τὸ χρῆμα γραφόμενον· ἔφη γὰρ ὧδε Θεὸς ἐν τοῖς Ἀριθμοῖς, πρὸς Μωσέα τὸν ἱερώτατον· «Λάβε τὸν Ἀαρὼν καὶ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ ἀναβίβασον αὐτοὺς εἰς Ὣρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς· καὶ ἔκδυσον Ἀαρὼν τὴν στολὴν αὐτοῦ, καὶ ἔνδυσον Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ Ἀαρὼν προστεθεὶς, ἀποθανέτω ἐκεῖ. Καὶ ἐποίησε Μωσῆς καθὰ συνέταξε Κύριος αὐτῷ, καὶ ἀνεβίβασεν αὐτοὺς εἰς Ὢρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς, καὶ ἐξέδυσε τὸν Ἀαρὼν τὰ ἱμάτια αὐτοῦ, καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ ἀπέθανεν Ἀαρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους.» Συνίης οὖν ὅπως ἀναβιβάζεται τεθνηξόμενος μὲν καὶ καταλήξων Ἀαρὼν, ἀνθεξόμενος δὲ τῆς ἱερωσύνης ὁ ἐξ αὐτοῦ, τοῦτ' ἔστιν, ὁ Ἐλεάζαρ; Κατασημήνειε δ' ἂν τὸ ὄρος τὸ περίοπτόν τε καὶ τὸ ὑψοῦ, καὶ τὸ ἐν δόξῃ περιφανές. Λελέχθω δὴ οὖν παντί τῳ λοιπὸν πρὸς ἱερουργίαν ἠγμένῳ· «Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.»
ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΝΕΥΜΑΤΙ ΚΑΙ ΑΛΗΘΕΙΑ ΠΡΟΣΚΥΝΗΣΕΩΣ ΚΑΙ
ΛΑΤΡΕΙΑΣ ΛΟΓΟΣ ΤΕΣΣΑΡΑΚΛΙ∆ΕΚΑΤΟΣ
Ὅτι χρὴ τοὺς φοιτᾷν ἐθέλοντας ἐν ἐκκλησίαις, καθαροὺς καὶ ἐκνενιμμένους εἶναι τὴν ἐξ ἁμαρτίας κηλίδα, καὶ οὕτω παρίστασθαι τῷ
Θεῷ.