1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

194

πνευματικῶς νοούμενος, καὶ ὁ Ἰουδαῖος ὡσαύτως σώφρων ἐστίν, ἐκ τῆς σωματικῆς λατρείας ἐπὶ τὴν πνευματικὴν τοῦ Θεοῦ θεραπείαν μεταφερόμενος.

Σημειωτέον δὲ ὅτι τοὺς ὑπὸ Ἰησοῦ διασῳζομένους ἀποκτέννει Σαούλ. Οὓς γὰρ περιποιεῖται τὸ πνεῦμα τῆς Γραφῆς ἀποκτέννειν τὸ γράμμα πέφυκεν. ∆ιὸ τοῦτον, λέγω δὲ τὸν γραπτὸν νόμον, μεταμελεῖται χρίσας βασιλεύειν τοῦ Ἰσραὴλ ὁ Θεός, ὑπὸ Ἰουδαίων σαρκικῶς λαμβανόμενον, καὶ δίδωσι τῷ πνεύματι τὸ κράτος τῆς βασιλείας, τῷ πλησίον τοῦ γράμματος καὶ ἀγαθῷ ὑπὲρ τὸ γράμμα. «Καὶ δώσω», φησίν, «τὴν βασιλείαν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ». Καθὼς γὰρ ὁ ∆αβὶδ ἦν πλησίον τοῦ Σαούλ, οὕτω τῷ γράμματι τοῦ νόμου τὸ πνεῦμα σαφῶς παραπέπηγεν· ὅπερ μετὰ τὸν θάνατον τοῦ γράμματος πέφυκε διαφαίνεσθαι(66).

Παρακαλέσωμεν οὖν καὶ ἡμεῖς τὸν νοητὸν ∆αβὶδ(67) ἐπηχῆσαι τῇ κιθάρᾳ τῆς πνευματικῆς θεωρίας καὶ γνώσεως ἐπιληπτευόμενον τοῖς ὑλικοῖς τὸν ἡμέτερον νοῦν καὶ ἀπελάσαι τὸ πονηρὸν πνεῦμα τῆς πρὸς αἴσθησιν ὑλικῆς περιπετείας, ἵνα δυνηθῶμεν νοῆσαι τὸν νόμον πνευματικῶς καὶ τὸν ἐν αὐτῷ κεκρυμμένον μυστικὸν λόγον εὑρεῖν καὶ κτῆμα ποιήσασθαι διαρκὲς πρὸς ἐφόδιον ἀϊδίου ζωῆς, ὅπως μὴ τὸν δεδανεισμένον ἐν γράμματι συμβολικὸν ἔχωμεν νόμον(68), ἀποροῦντες τῆς κατὰ χάριν ἐν Πνεύματι γνώσεως, καὶ μόνην στέργωμεν, ὡς μὴ βλέποντες, τὴν περὶ τῶν θείων ἐρώτησιν, ἐστερημένοι τῆς τῶν μυστικῶν λογίων κατ᾽ ἀλήθειαν παμφαοῦς αὐτοψίας· ἄμφω γὰρ λέγεται Σαούλ, πρὸς τὴν ἑλλάδα φωνὴν μεταφερόμενος. Ἑρμηνεύεται γὰρ πρὸς τοῖς εἰρημένοις καὶ 'δεδανεισμένος' καὶ 'ἐρώτησις·' ἅπερ δὴ καὶ ὁ γραπτὸς ὑπάρχων καθέστηκε νόμος, (14Γ_418> τὸ μὲν ὡς οὐκ ὢν οἰκειότατον κτῆμα τῆς φύσεως καὶ τῇ κατ᾽ αὐτὴν ὑπάρξει παντελῶς οὐ συμπαρατεινόμενος, τὸ δὲ ὡς περὶ γνῶσιν ἀληθῆ κινῶν ἡμᾶς καὶ πρωτότυπον σοφίαν, τοὺς μὴ νομίζοντας τὴν ἐρώτησιν κατάληψιν εἶναι τῆς ζητουμένης τῶν θείων ἀρχετυπίας, ἀλλὰ μόνον διὰ τῶν ἐν νόμῳ σωματικῶν συμβόλων, ὡς δι᾽ ἐρωτήσεώς τινος, πρὸς τὴν τῶν θείων ἀγαθῶν ἐπειγομένους κατάληψιν, ἵνα παυσώμεθα τῆς κατὰ τὴν ἐρώτησιν φροντίδος, ἐν ᾗ τυχόν ἐστι πολλάκις καὶ πλάνησις(69), ἐν τῇ τῶν ζητουμένων θείων ἀληθείᾳ γενόμενοι, καὶ τῆς αὐτῶν μεταποιηθῶμεν μακαριότητος, φαινομένης ἐν ἡμῖν ἀναλλοιώτως κατὰ τὴν μέθεξιν(70) καὶ τὸ κατ᾽ αὐτὴν εἶδος τῆς ἡμῶν γνώρισμα ποιουμένης ὑπάρξεως ἐν Χριστῷ Ἰησοῦ τῷ Θεῷ καὶ Σωτῆρι ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΣΧΟΛΙΑ 1. Νοῦς εἰς ἄκρον διά τῶν ἀρετῶν καθαιρόμενος, τούς τῶν ἀρετῶν πέφυκεν

εἰκότως ἐκδιδάσκεσθαι λόγους· τήν ἐξ αὐτῶν θειωδῶς χαρακτηρισθεῖσαν γνῶσιν, οἰκεῖον ποιούμενος πρόσωπον. Καθ᾿ ἑαυτόν γάρ ἀνείδεός τε καί ἀχαρακτήριστος πᾶς καθέστηκε νοῦς, μορφήν ἔχων ἐπίκτητον, ἤ τήν ἐκ τῶν ἀρετῶν ὑποστᾶσαν ἐν πνεύματι γνῶσιν, ἤ τήν ἐκ τῶν παθῶν ἐπισυμβαίνουσαν ἄγνοιαν.

2. Ὁ τήν νοῦ μορφήν τήν ἐξ ἀρετῶν ἐν Πνεύματι θείαν δεξάμενος γνῶσιν, τά θεῖα λέγεται παθεῖν, ὅτι μή φύσει κατά τήν ὕπαρξιν, ἀλλά χάριτι κατά τήν μέθεξιν ταύτην προσέλαβεν. Ὁ δέ τήν ἐκ χάριτος μή δεξάμενος γνῶσιν, κἄν λέγῃ τι γνωστικόν, οὐκ οἶδε κατά τήν πεῖραν τοῦ λεγομένου τήν δύναμιν. Ψιλή γάρ μάθησις, τήν καθ᾿ ἕξιν γνῶσιν οὐ δίδωσιν.

3. Καλῶς κατά τόνδε τῆς Γραφῆς εἶπε τόν τόπον λαμβάνεσθαι τόν Σαούλ· διά τό κατά πολλούς ἐν ἄλλοις τόποις (14Γ_420> λαμβάνεσθαι τρόπους, πρός τήν ἐκ τῆς ἱστορίας ἀναδεικνυμένην θεωρίαν προσφυῶς ἁρμοζόμενον.

4. Ὥσπερ, φησίν, ὁ παλλακῇ συναπτόμενος, νόμιμον οὐ κέκτηται τόν γάμον· οὕτως ὁ σωματικῶς τήν νομικήν ἐξασκούμενος μάθησιν, νόμιμον τήν πρός αὐτήν οὐκ ἔχει συμβίωσιν· νόθα γεννῶν ἐξ αὐτῆς δόγματα, καί τῇ τῆς σαρκός ζωῇ συμφθειρόμενα.