1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

25

βαδιζόντων στάσιν, ἀλλ᾽ ἀεικίνητον καὶ ὀξὺν ἐχόντων κατὰ σκοπὸν τῆς ψυχῆς πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τὸν δρόμον, ἐπειδὴ τῆς ἀρετῆς ἡ στάσις κακίας ἐστὶν ἀρχή, τοῦ νοῦ περί τι τῶν ἑκατέρωθεν τῇ ὁδῷ παρακειμένων ὑλικῶν ἐμπαθῶς ἀσχοληθέντος καὶ τὸν καθαρὸν καὶ διόλου περιτετμημένον τρόπον τε καὶ λογισμὸν τῆς εὐσεβοῦς ἀγωγῆς ἀκρόβυστον ποιουμένου καὶ βέβηλον.

∆ιὸ τὸν ἐλέγχοντα λόγον εὐθὺς ὡς ἄγγελον κατὰ τὴν συνείδησιν θάνατον ἀπειλοῦντα θεωρεῖ καὶ τῆς ἀπειλῆς αἰτίαν εἶναι τὴν κατ᾽ ἀρετὴν στάσιν διαμαρτυρόμενον, τὴν τῆς ἀκροβυστίας τοῦ λογισμοῦ περιποιητικήν, ὃν ἡ σύνοικος τῷ νῷ δυσωπεῖ σοφία, ψήφῳ τῷ λόγῳ τῆς πίστεως, ὡς ἡ Σεπφόρα, τὴν ἐγγενομένην ὑλικὴν τῷ λογισμῷ παιδὶ φαντασίαν περιτέμνουσα καὶ πᾶσαν αἰσθητῆς ζωῆς ἔννοιαν ἀποξηραίνουσα. Φησὶ γὰρ ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου, τουτέστιν ἔληξεν ἡ ἐμπαθὴς ζωὴ καὶ φαντασία καὶ κίνησις, καθαρθέντος διὰ τῆς σοφίας κατὰ τὴν πίστιν τοῦ μολυνθέντος λογισμοῦ· μεθ᾽ ἣ κάθαρσιν παύεται, καθάπερ τις ἄγγελος, ὁ διὰ τῆς συνειδήσεως πλήττων τὸν ἁμαρτάνοντα νοῦν καὶ ἐνδιαβάλλων αὐτοῦ πᾶν 14Β_112 νόημα παρὰ τὸ προσῆκον κινούμενον λόγος. Πολλῶν γὰρ ἐπ᾽ ἀληθείας πεπλήρωται τῶν ἀρετῶν ἡ ὁδὸς ἁγίων ἀγγέλων, τῶν ἑκάστης ἀρετῆς κατ᾽ εἶδος ἐνεργητικῶν, φημὶ λόγων τε καὶ τρόπων, καὶ τῶν ἀοράτως πρὸς τὰ καλὰ συνεργούντων ἡμῖν ἀγγέλων καὶ τοὺς τοιούτους ἡμῖν ἀνακινούντων λόγους.

Καλῶς οὖν ἔχει καὶ μεγαλοφυῶς τῆς ἁγίας Γραφῆς ὁ λόγος, παριστῶν ἀεὶ τὰ νοούμενα πρὸ τῶν ἱστορουμένων ἐν τοῖς ὑγιῆ κεκτημένοις τῆς ψυχῆς τὰ ὄμματα καὶ μηδεμίαν ἔχων διαβολὴν ἢ τοῦ Θεοῦ ἢ τῶν ἁγίων αὐτοῦ ἀγγέλων. Οὐ γὰρ εἶχε Μωυσῆς, ἀποστελλόμενος παρὰ τοῦ Θεοῦ, κατὰ τὸ νοούμενον τῆς Γραφῆς ἀκρόβυστον υἱὸν ἤγουν λογισμόν, ἐπεὶ ἄρα προστάξας αὐτῷ πρότερον περιτεμεῖν ἀπέστελλεν· οὔτε μὴν ὁ θεῖος ἄγγελος ἀπηνὴς ἦν, μηνύων τῷ Μωυσῇ τὸν ἐκ τῆς ἐσφαλμένης αὐτῷ κατὰ τὴν τῶν ἀρετῶν ὁδὸν στάσεως συμβάντα θάνατον, ὃν ἡ περὶ τὸν δρόμον τυχὸν ἀτονία τῶν ἀρετῶν ὑπέστησεν.

Ἐπισκήπτοντες γὰρ καὶ ὑμεῖς ἀκριβέστερον τῇ ἱστορίᾳ, σαφῶς εὑρήσετε ὡς οὐ κατὰ τὴν ἀρχὴν οὔτε κατὰ τὸ μέσον οὔτε κατὰ τὸ τῆς ὁδοῦ τέλος, ἀλλ᾽ ἐν τῷ καταλύματι ὑπαντήσας ὁ ἄγγελος τὸν ὑπὲρ τοῦ συμβάντος λεληθότως κατὰ διάνοιαν πάθους ἠπείλησε θάνατον, ὡς, εἴγε μὴ ἔστη τοῦ δρόμου καὶ κατέλυσε τῆς ὁδοιπορίας, οὐκ ἂν διεβλήθη, δεξάμενος διὰ τοῦ ἀγγέλου τὴν ἀγανάκτησιν ἐπὶ τῇ τοῦ παιδὸς ἀκροβυστίᾳ.

Παρακαλέσωμεν δὲ τὸν Θεόν, εἴπερ ἐσμὲν ἐν τῇ ὁδῷ τῶν ἐντολῶν, κατὰ πᾶσαν ἡμῶν παράβασιν τοῦ ἐξ αὐτῆς θανάτου μὴ παύσασθαι, καθάπερ ἄγγελόν τινα, τὸν μηνυτὴν κατὰ συνείδησιν ἀποστέλλοντα λόγον, ὅπως, λαβόντες αἴσθησιν, μάθωμεν διὰ τῆς ἐμφύτου φρονήσεως περιτέμνειν, καθάπερ ἀκροβυστίαν, τὴν κατὰ τὸν δρόμον τοῦ βίου λεληθότως συμβαίνουσαν ἡμῖν τῶν παθῶν ἀκαθαρσίαν.

ΙΗ (18). ΠΕΡΙ ΤΟΥ "ΕΙ ΟΙ ΠΟΙΗΤΑΙ ΤΟΥ ΝΟΜΟΥ ∆ΙΚΑΙΩΘΗΣΟΝΤΑΙ, ΠΩΣ

ΕΚΠΙΠΤΕΙ ΤΗΣ ΧΑΡΙΤΟΣ Ο ΕΝ ΝΟΜΩ ∆ΙΚΑΙΟΥΜΕΝΟΣ;". 14Β_114 18. ΕΡΩΤΗΣΙΣ ΙΗ' Εἰ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται, κατὰ τὸν ἀπόστολον, πῶς πάλιν

λέγει ὅσοι ἐν νόμῳ δικαιοῦσθε τῆς χάριτος ἐξεπέσατε; Ἀπόκρισις. Οὐχ ἁπλῶς οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται, ἀλλ᾽ οἱ τοῦ πνευματικοῦ

νόμου καὶ νοουμένου πνευματικῶς καὶ κατὰ τὸν ἔσω ἄνθρωπον ἐν πνεύματι