1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

160

ὄντων καθ᾽ οὓς ὑπάρχουσι λόγους γνώσεως δι᾽ ἰσχύος καὶ βουλῆς καὶ συνέσεως (14Γ_272> δωρεῖται τοῖς ἀξίοις φωτός, τὴν δὲ τελειότητα διὰ τῆς παμφαοῦς καὶ ἁπλῆς καὶ ὁλοσχεροῦς σοφίας χαρίζεται τοῖς ἀξίοις θεώσεως, πρὸς τὴν τῶν ὄντων αἰτίαν ἀμέσως αὐτοὺς ἀνάγων κατὰ πάντα τρόπον, ὡς ἔστιν ἀνθρώπῳ δυνατόν, ἐκ μόνων τῶν θείων τῆς ἀγαθότητος ἰδιωμάτων γνωριζομένους· καθ᾽ ἣν ἐκ Θεοῦ μὲν ἑαυτούς, ἐξ ἑαυτῶν δὲ γινώσκοντες τὸν Θεόν, οὐκ ὄντος τινὸς μέσου διατειχίζοντοςσοφίας γὰρ πρὸς Θεὸν μέσον οὐδέν, τὴν ἀναλλοίωτον ἕξουσιν ἀτρεψίαν, τῶν μέσον αὐτοῖς πάντων ὁλικῶς διαβαθέντων(18), ἐν οἷς ὑπῆρχεν ὁ περὶ τὴν γνῶσίν ποτε τοῦ σφάλλεσθαι κίνδυνος, καὶ πρὸς αὐτὴν τὴν ἄπειρον καὶ ἐπ᾽ ἄπειρον καὶ ἀπειράκις ἀπείρως κατὰ φύσιν ἐπέκεινα πάντων ἀκρότητα δι᾽ ἀφασίας ἀρρήτου τε σιγῆς καὶ ἀγνωσίας ἀφθέγκτως τε καὶ ἀπερινοήτως ἀναχθεῖσι κατὰ τὴν χάριν.

«Καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς ἑπτὰ λύχνοις τοῖς ἐπάνω αὐτῆς». Ὁ μὲν δὴ περὶ τῶν λύχνων ὡς κατ᾽ ἐμὲ φάναι κατὰ δύο ἐπιβολὰς ἀποδέδοται τῆς θεωρίας λόγος, ὁ δὲ περὶ τῶν ἐπαρυστρίδων ἐντεῦθεν ἀρχθήσεται. Φασὶν εἶναι τὴν ἐπαρυστρίδα(19) σκεῦός τι σκυφοειδές, ἐν ᾧ τὸ τοῖς λύχνοις ἐπιχεόμενον οἱ ἄνθρωποι βάλλειν εἰώθασιν ἔλαιον πρὸς ἀποτροφὴν τοῦ φωτὸς καὶ συντήρησιν. Οὐκοῦν κατὰ τὸν τῆς ἀναγωγῆς λόγον ἐπαρυστρίδες τῶν ἑπτὰ λύχνων τῆς ὁραθείσης λυχνίας αἱ δεκτικαὶ τῶν διατρεφόντων τε καὶ συντηρούντων τοὺς ἑπτὰ λύχνους, ἤγουν τὰς ἐνεργείας τοῦ Πνεύματος, διαφόρων λόγων τε καὶ τρόπων καὶ ἠθῶν ὑπάρχουσιν ἕξεις τε καὶ διαθέσεις τῶν εἰληφότων ἐν τῇ Ἐκκλησίᾳ τὴν τῶν χαρισμάτων διαίρεσιν. Ὡς γὰρ ἐλαίου χωρὶς ἄσβεστον διατηρηθῆναι λύχνον ἀμήχανον, οὕτως (14Γ_274> ἕξεως χωρίς, προσφόροις καὶ λόγοις καὶ τρόποις καὶ ἤθεσι νοήμασί τε αὖ καὶ λογισμοῖς τοῖς καθήκουσι τὰ καλὰ διατρεφούσης, ἄσβεστον φυλαχθῆναι τὸ φῶς τῶν χαρισμάτων ἀμήχανον. Πᾶν γὰρ χάρισμα πνευματικὸν προσφυοῦς χρῄζει τῆς ἕξεως, ἀπαύστως ἐπιχεούσης αὐτῷ, καθάπερ ἔλαιον, τὴν ὕλην τὴν νοεράν, ἵνα διαμείνῃ κατὰ τὴν ἕξιν τοῦ δεξαμένου κρατούμενον.

Ἐπαρυστρίδες οὖν τῶν ἑπτὰ λύχνων τῆς λυχνίας αἱ πρόσφοροι τῶν θείων χαρισμάτων τῆς ἁγίας Ἐκκλησίας ὑπάρχουσιν ἕξεις, ἀφ᾽ ὧν, ὡς ἔκ τινων ἀγγείων, κατὰ τὰς ἐν τῷ Εὐαγγελίῳ φρονίμους παρθένους, ταῖς λαμπάσι τῶν χαρισμάτων ἐπιχέουσι τὸ τῆς ἀγαλλιάσεως ἔλαιον οἱ σοφοὶ τῶν δεδομένων καλῶν καὶ ἄγρυπνοι φύλακες.

«Καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων». Καλῶς καὶ πάνυ γε προσφυῶς ὅλην πρὸς ἑαυτὴν νεύουσαν ὁμαλῶς τὴν ὅρασιν διεσκεύασεν ὁ λόγος. Εἰπὼν γὰρ λυχνίαν καὶ λαμπάδιον καὶ λύχνους καὶ ἐπαρυστρίδας, ἐπήγαγε καὶ ἐλαίας δύο. Ἔδει γάρ, ὡς ἀληθῶς ἔδει τῷ φωτὶ συνεπινοηθῆναι φυσικῶς τὴν γεννητικὴν τῆς τὸ φῶς συντηρούσης δυνάμεως αἰτίαν, ἵνα μὴ τὸ φῶς ἀπογένηται τῆς λυχνίας, δι᾽ ἀτροφίαν σβεννύμενον. Αἱ δύο τοιγαροῦν ἐλαῖαι(20) τῆς χρυσῆς λυχνίας, τουτέστι τῆς ἁγίας καθολικῆς Ἐκκλησίας, αἱ δύο ∆ιαθῆκαι τυγχάνουσιν· ἀφ᾽ ὧν, ὡς ἐξ ἐλαιῶν τινων ἐκπιεζομένη δι᾽ εὐσεβοῦς ζητήσεως καὶ ἐρεύνης, ἐκδίδοται, καθάπερ ἔλαιον, ἡ τὸ φῶς τῶν θείων χαρισμάτων ἐκτρέφουσα δύναμις τῶν νοημάτων· ἧς κατ᾽ ἀναλογίαν τῆς οἰκείας δυνάμεως ἡ τοῦ καθ᾽ ἕκαστον ἕξις πληρουμένη τὸ φῶς ἄσβεστον τῆς ἀναλογούσης αὐτῷ διαφυλάττει χάριτος, καθάπερ ἐλαίῳ τοῖς ἐκ τῶν Γραφῶν νοήμασι συντηρούμενον. Ὡς γὰρ ἐλαίας χωρὶς οὐκ ἔστιν οὐδαμῶς εὑρεῖν φύσει κατ᾽ ἀλήθειαν γνήσιον ἔλαιον, ἄγγους δὲ δίχα κρατεῖσθαι τοῦ δεχομένου τὸ ἔλαιον οὐ δυνατόν, ἐλαίῳ δὲ μὴ τρεφόμενον σβέννυται πάντως (14Γ_276> τὸ λυχνιαῖον φῶς, οὕτως τῶν ἁγίων Γραφῶν χωρὶς οὐκ ἔστι κατ᾽ ἀλήθειαν δύναμις νοημάτων θεοπρεπής, ἕξεως δὲ δίχα, καθάπερ ἄγγους νοημάτων δεκτικῆς, οὐδαμῶς ἂν συσταίη νόημα θεῖον, θείοις δὲ νοήμασι μὴ