1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

188

νόμου σαφῶς ἀπέκτεινε καὶ ἠφάνισεν, «τοῦ μὴ ἑστάναι ἐν παντὶ ὁρίῳ Ἰσραήλ»(28), τουτέστιν ἐν παντὶ μυστικῷ τρόπῳ τε καὶ λόγῳ πνευματικῆς θεωρίας. Εἰ γὰρ Ἰσραὴλ 'νοῦς ὁρῶν Θεὸν' ἑρμηνεύεται, δῆλον ὡς τὸ σωματικὸν τοῦ νόμου καθάπαξ ἐν οὐδενὶ τρόπῳ πνευματικῆς θεωρίας ὑφέστηκε τοῖς τὸ πνεῦμα προτιμῶσι τοῦ γράμματος, εἴπερ «Πνεῦμα», κατὰ τὸ γεγραμμένον, «ἐστὶν ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύματι καὶ Ἀληθείᾳ δεῖ προσκυνεῖν», ἀλλ᾽ οὐ γράμματι· «τὸ γράμμα γὰρ ἀποκτέννει, τὸ δὲ Πνεῦμα ζωοποιεῖ». ∆ιὸ χρὴ τὸ ἀποκτέννειν πεφυκὸς ἀποκτείνεσθαι Πνεύματι ζωοποιῷ· συνυπάρχειν γὰρ κατ᾽ ἐνέργειαν ἀλλήλοις ἅμα κατὰ τὸ αὐτὸ τὸ σωματικὸν τοῦ νόμου καὶ τὸ θεῖον(29), ἤγουν τὸ γράμμα καὶ τὸ πνεῦμα, παντελῶς ἀμήχανον, ὅτι μηδὲ συμφωνεῖν πέφυκε τῷ παρεχομένῳ κατὰ φύσιν ζωὴν τὸ ταύτην ἀφαιρεῖσθαι δυνάμενον.

Οὐκοῦν κατὰ μὲν τὴν ἱστορίαν τοῦτον λαμβάνοντες τὸν τόπον οὐχ εὑρίσκομεν τὴν Γραφὴν ἀληθεύουσαν. Ποῦ γὰρ ἠφάνισαν οἱ Γαβαωνῖται τὸν Σαοὺλ ἐκ παντὸς ὁρίου Ἰσραήλ, πολλῆς μετὰ τοῦτο συγγενείας τοῦ Σαοὺλ εὑρισκομένης ἐν τῷ λαῷ; Κατὰ δὲ τὴν θεωρίαν νοοῦντες σαφῶς εὑρίσκομεν ὅτι διὰ μέσης τῆς φυσικῆς θεωρίας ἐν τῷ ὕψει τῆς γνώσεως ὁ γραπτὸς παντελῶς ἀπογίνεται νόμος, ἤγουν ὁ σωματικὸς ἐν τοῖς συμβόλοις κατὰ τὴν λατρείαν θεσμός. Ποῦ γὰρ ἔτι στήσεται περιτομὴ σαρκός, νοουμένου τοῦ νόμου πνευματικῶς; ποῦ τὰ σάββατα καὶ τῶν μηνῶν αἱ ἀρχαί; ποῦ τῶν ἑορτῶν αἱ πανηγύρεις; ποῦ τῶν θυσιῶν καὶ τῆς ἀργίας τῆς γῆς καὶ τῆς λοιπῆς τοῦ νόμου κατὰ τὴν σωματικὴν λατρείαν ἡ παράδοσις; Οἴδαμεν γάρ, φυσικῶς ἐπιβάλλοντες (14Γ_392> τοῖς πράγμασιν(30), ὡς οὐκ ἔστι τελειότης ἡ τῆς ἐκ Θεοῦ κατὰ φύσιν ἀρτιότητος περιαίρεσιςοὐ γὰρ ποιεῖ τελειότητα φύσις διὰ τέχνης κολοβουμένη καὶ διὰ περινοίας ἀποτιθεμένη τὸ προσὸν αὐτῇ θεόθεν κατὰ λόγον δημιουργίας, ἵνα μὴ τὴν τέχνην Θεοῦ πρὸς βεβαίωσιν δικαιοσύνης ἰσχυροτέραν εἰσάγωμεν καὶ τὴν περινενοημένην τῆς φύσεως ἔλλειψιν ἀναπληρωτικὴν ποιώμεθα τῆς ἐν δικαιοσύνῃ κατὰ τὴν δημιουργίαν ἐλλείψεως, ἀλλ᾽ ἐκ τῆς τοπικῆς τοῦ περιτεμνομένου μορίου θέσεως διδασκώμεθα ποιεῖσθαι γνωμικῶς τὴν περιτομὴν τῆς κατὰ ψυχὴν ἐμπαθοῦς διαθέσεως, καθ᾽ ἣν μᾶλλον τῇ φύσει συντρέχειν ἡ γνώμη ῥυθμίζεται, τὸν ἐμπαθῆ τῆς ἐπικτήτου γενέσεως νόμον διορθουμένη.

Περιτομὴ γάρ ἐστι μυστικὴ(31) τῆς ἐμπαθοῦς κατὰ νοῦν περὶ τὴν ἐπείσακτον γένεσιν σχέσεως παντελὴς περιαίρεσις. Τὸ δὲ Σάββατον(32) τελεία παθῶν ἐστιν ἀπραξία καὶ τῆς περὶ τὰ πεποιημένα καθολικὴ τοῦ νοῦ παῦλα κινήσεως καὶ πρὸς τὸ θεῖον τελεία διάβασις· ἐν ᾧ τὸν δι᾽ ἀρετῆς καὶ γνώσεως κατὰ τὸ θεμιτὸν ἀφικόμενον οὐ δεῖ, καθάπερ ξύλα, τὴν οἱανοῦν παντελῶς ὕλην ἐξαπτικὴν ἐνθυμεῖσθαι παθῶν, οὔτε μὴν φύσεως τὸ παράπαν ἀναλέγεσθαι λόγους, ἵνα μὴ πάθεσιν ἡδόμενον ἢ φύσεως ὅροις μετρούμενον κατὰ τοὺς Ἕλληνας τὸν Θεὸν δογματίζωμεν, ὅνπερ ἡ τελεία μόνη κέκραγε σιγὴ(33) καὶ ἡ παντελὴς καθ᾽ ὑπεροχὴν ἀγνωσία παρίστησιν. Τὰς δὲ νεομηνίας εἶναί φαμεν(34) τοὺς ἐν τῷ δρόμῳ τῶν κατ᾽ ἀρετὴν καὶ γνῶσιν ἡμερῶν διαφόρους φωτισμούς· οἷς προτροπάδην ἅπαντας ἐνδιαθέοντες τοὺς αἰῶνας τὸν δεκτὸν ἐνιαυτὸν τοῦ Κυρίου πληροῦμεν τῷ τῆς χρηστότητος στεφάνῳ κοσμούμενον. Στέφανος δὲ χρηστότητός ἐστι(35) πίστις καθαρά, λίθων τιμίων δίκην ταῖς τῶν δογμάτων ὑψηγορίαις καὶ λόγοις διηνθισμένη πνευματικοῖς, καὶ νοήμασι τὸν θεοφιλῆ, καθάπερ κεφαλήν, διασφίγγουσα νοῦν· ἢ μᾶλλον, στέφανος πάλιν χρηστότητός ἐστιν(36) αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, ὁ τῇ ποικιλίᾳ τῶν κατὰ πρόνοιαν καὶ κρίσιν τρόπων, (14Γ_394> ἤγουν ἐγκρατείᾳ τῶν ἑκουσίων(37) καὶ ὑπομονῇ τῶν ἀκουσίων παθῶν, ὡς κεφαλὴν τὸν νοῦν περιγράφων καὶ τῇ μετοχῇ τῆς κατὰ τὴν θέωσιν χάριτος αὐτὸν ἑαυτοῦ τὸν νοῦν ποιῶν ὡραιότερον.