1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

189

Τῶν ἑορτῶν δὲ τὴν μὲν πρώτην(38) πρακτικῆς εἶναι φιλοσοφίας σύμβολον, πρὸς ἀρετήν, ὡς ἀπ᾽ Αἰγύπτου, τῆς ἁμαρτίας, τοὺς ὑπ᾽ αὐτῆς κρατουμένους διαβιβάζουσαν, τὴν δευτέραν(39) δὲ τῆς ἐν πνεύματι φυσικῆς τύπον ὑπάρχειν θεωρίας, τὴν περὶ τῶν ὄντων εὐσεβῆ δόξαν, ὡς ἀπαρχὴν θέρους, τῷ Θεῷ προσκομίζουσαν, τὴν δὲ τρίτην θεολογίας εἶναι μυστήριον(40), τὴν πάντων τῶν ἐν τοῖς γεγονόσι πνευματικῶν λόγων γνωστικὴν ἕξιν καὶ τὴν κατ᾽ οἰκονομίαν τοῦ σαρκωθέντος Λόγου παντελῆ διὰ τῆς χάριτος ἀναμαρτησίαν καὶ τὴν ἐπ᾽ αὐταῖς ἐν τῷ ἀγαθῷ τελείαν καὶ ἀθάνατον ἀτρεψίαν περιέχουσαν, ὡς σαλπίγγων καὶ ἱλασμοῦ καὶ σκηνοπηγίας ποιητικήν.

Ταύτην ἔχω τέως, κατὰ μίαν ἐπιβολήν, ἐκ τῆς τῶν ἡμερῶν τιμῆς τὴν ὑπόνοιαν. Οὐ γὰρ δὴ τιμᾶσθαι θέλων ὁ Θεὸς ἡμέρας ὑπὸ τῶν ἀνθρώπων προσέταξε τιμηθῆναι τό τε Σάββατον καὶ τὰς νεομηνίας καὶ τὰς ἑορτάςοὕτω γὰρ ἂν λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα κατὰ νόμον ἐντολῆς ἐξεδίδαξεν(41) οἰομένους σεπτὰς εἶναι φύσει τὰς ἡμέρας καὶ διὰ τοῦτο προσκυνητάς, ἀλλ᾽ Ἑαυτὸν τιμᾶσθαι συμβολικῶς διὰ τῶν ἡμερῶν παρεδήλωσεν. Αὐτὸς γάρ ἐστι Σάββατον μέν(42), ὡς τῶν ἐν σαρκὶ τῆς ψυχῆς μόχθων ἀνάπαυσις καὶ τῶν κατὰ δικαιοσύνην πόνων κατάπαυσις, Πάσχα δέ(43), ὡς ἐλευθερωτὴς τῶν τῇ πικρᾷ δουλείᾳ κεκρατημένων τῆς ἁμαρτίας, Πεντηκοστὴ δέ(44), ὡς ἀρχὴ καὶ τέλος τῶν ὄντων καὶ Λόγος, ᾧ τὰ πάντα φύσει συνέστηκεν. Εἰ γὰρ μετὰ τὴν εἰς ἑαυτὴν ἑβδοματικὴν τῆς ἑβδομάδος περίοδον ἐστιν ἡ πεντηκοστή, πενταδικὴ δὲ σαφῶς ὑπάρχει (14Γ_396> δεκὰς ἡ πεντηκοστή, προδήλως ἄρα τῶν ὄντων ἡ φύσις, κατὰ τὸν ἑαυτῆς λόγον ὑπάρχουσα πενταδικὴ διὰ τὰς αἰσθήσεις, μετὰ τὴν φυσικὴν τοῦ χρόνου καὶ τῶν αἰώνων διάβασιν ἐν τῷ Θεῷ ἔσται τῷ κατὰ φύσιν ἑνί, μὴ δεχομένη πέρας ἐν ᾧ παντελῶς οὐκ ἔστι διάστασις.

Φασὶ γάρ τινες εἶναι δεκάδα τὸν Λόγον, ὡς πρόνοιαν κατὰ πρόοδον τῇ δεκάδι τῶν ἐντολῶν πλατυνόμενον· ὁπηνίκα δὲ συναφθῇ τῷ Λόγῳ κατὰ χάριν ἡ φύσις, οὐκ ἔσται τὰ 'ὧν οὐκ ἄνευ', τῆς τῶν φύσει κινουμένων ἀλλοιωτῆς ἀπογενομένης κινήσεως. ∆εῖ γὰρ τὴν πεπερασμένην στάσιν, ἐν ᾖ γίνεσθαι πέφυκεν ἐξ ἀνάγκης κατ᾽ ἀλλοίωσιν τῶν κινουμένων ἡ κίνησις, δέξασθαι τέλος τῇ παρουσίᾳ τῆς ἀπεράντου στάσεως, ἐν ᾗ παύεσθαι πέφυκε τῶν κινουμένων ἡ κίνησις. Ἐν ᾧ γὰρ πέρας κατὰ φύσιν ἐστίν, καὶ ἀλλοιωτὴ πάντως ἡ τῶν ἐν αὐτῷ καθέστηκε κίνησις· ἐν ᾧ δὲ πέρας κατὰ φύσιν οὐκ ἔστιν, οὐδεμία παντελῶς ἀλλοιωτὴ τῶν ἐν αὐτῷ γνωσθήσεται κίνησις. Οὐκοῦν ὁ μὲν κόσμος τόπος ἐστὶ πεπερασμένος καὶ στάσις περιγεγραμμένη, ὁ δὲ χρόνος περιγραφομένη καθέστηκε κίνησις· ὅθεν καὶ ἀλλοιωτὴ τῶν ἐν αὐτῷ καθέστηκεν ἡ κατὰ τὴν ζωὴν κίνησις.

Ὁπηνίκα δὲ τὸν τόπον διελθοῦσα καὶ τὸν χρόνον κατ᾽ ἐνέργειάν τε καὶ ἔννοιαν ἡ φύσις, ἤγουν τὰ 'ὧν οὐκ ἄνευ', τουτέστι τὴν πεπερασμένην στάσιν καὶ κίνησιν, ἀμέσως συναφθῇ τῇ προνοίᾳ, λόγον εὑρίσκει τὴν πρόνοιαν κατὰ φύσιν ἁπλοῦν καὶ στάσιμον καὶ μηδεμίαν ἔχοντα πάντῃ περιγραφὴν καὶ διὰ τοῦτο παντελῶς οὔτε κίνησιν. ∆ιόπερ ἐν μὲν τῷ κόσμῳ ὑπάρχουσα χρονικῶς ἡ φύσις ἀλλοιωτὴν ἔχει τὴν κίνησιν διὰ τὴν τοῦ κόσμου πεπερασμένην στάσιν καὶ τὴν καθ᾽ ἑτεροίωσιν τοῦ χρόνου φοράν, ἐν δὲ τῷ Θεῷ γινομένη, διὰ τὴν φυσικὴν τοῦ ἐν ᾧ γέγονε μονάδα, στάσιν ἀει κίνητον ἕξει καὶ στάσιμον ταυτοκινησίαν, περὶ τὸ ταὐτὸν καὶ ἓν καὶ μόνον ἀϊδίως γινομένην, ἣν (14Γ_398> οἶδεν ὁ λόγος ἄμεσον εἶναι περὶ τὸ πρῶτον αἴτιον τῶν ἐξ αὐτοῦ πεποιημένων μόνιμον ἵδρυσιν.

Πεντηκοστῆς οὖν ἐστι τὸ μυστήριον ἡ πρὸς τὴν πρόνοιαν ἄμεσος τῶν προνοουμένων ἕνωσις, ἤγουν ἡ πρὸς τὸν Λόγον κατὰ τὴν τῆς προνοίας ἐπίνοιαν τῆς φύσεως ἕνωσις, καθ᾽ ἣν οὐδεμία τὸ παράπαν ἐστὶ χρόνου καὶ γενέσεως ἔμφασις. Σάλπιγξ δὲ πάλιν(45) ἡμῶν ἐστιν ὁ Λόγος, ὡς τὰς θείας καὶ ἀρρήτους ἡμῖν ἐνηχούμενος γνώσεις, ἱλασμὸς δέ, ὡς ἐν ἑαυτῷ τὰ ἡμέτερα, καθ᾽ ἡμᾶς γενόμενος,