1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

69

ἔσται εἰς εὐθεῖαν; Τίνες αἱ τραχεῖαι, καὶ πῶς ἔσονται εἰς ὁδοὺς λείας; Καὶ τί τὸ μετὰ ταῦτα πάντα καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ;

Ἀπόκρισις. Φωνὴ τοῦ ἐξ ἀρχῆς βοῶντος ἐν τῇ ἐρήμῳ, τῇ φύσει λέγω τῶν ἀνθρώπων ἢ

τῷ κόσμῳ τούτῳ, Θεοῦ Λόγου προδήλως ἐστὶ πᾶς ἅγιος, εἴτε κατὰ τὸν Ἄβελ ὀρθῶς προσφέρων ἐξ εἰλικρινείας ἐστεατωμένα ταῖς ἀρεταῖς τὰ τῆς ψυχῆς πρῶτα τῆς θεωρίας κινήματα, εἴτε κατὰ τὸν Ἐνὼς ἐλπίδι πίστεως βεβαίᾳ τῶν μελλόντων ἀγαθῶν ἐπιδραξάμενος, ὑπὲρ ὧν ἤλπισεν, εὔτονον ἐκτήσατο τὴν ἐπίκλησιν, εἴτε κατὰ τὸν Ἐνώχ, διὰ πάσης εὐαρεστήσας ἀρετῆς, τῆς τῶν ὄντων σχέσεώς τε καὶ γνώσεως τὸν νοῦν παντελῶς ἀπάρας, πρὸς αὐτὴν τὴν ὑπὲρ νόησιν ἀσχέτως αἰτίαν μετέθηκεν, εἴτε κατὰ τὸν Νῶε, πίστει θεωρήσας τὰ μέλλοντα τῆς θείας κρίσεως εἴδη, κατεσκεύασεν ἑαυτῷ, κιβωτοῦ δίκην, τὴν ῥυομένην αὐτὸν ἀπὸ τῆς μελλούσης ὀργῆς πανταχόθεν ἠσφαλισμένην τῷ θείῳ φόβῳ πολιτείαν καὶ ἄσκησιν, εἴτε κατὰ τὸν Ἀβραάμ, καθαρῷ πίστεως ὀφθαλμῷ τῶν μελλόντων ἀγαθῶν ἰδὼν τὴν εὐπρέπειαν, ὑπήκουσε γῆς καὶ συγγενείας καὶ οἴκου πατρικοῦ προθύμως ἐξελθεῖν, καταλιπὼν τὴν πρὸς σάρκα καὶ αἴσθησιν καὶ αἰσθητὰ σχέσιν τε καὶ προσπάθειαν, καὶ φύσεως ἐν καιρῷ πειρασμοῦ καὶ ἀγώνων ὑψηλότερος (14Β_292> ὤν, προτιμήσας τὴν αἰτίαν τῆς φύσεως, ὡς τοῦ Ἰσαὰκ τὸν Θεὸν ὁ μέγας Ἀβραάμ, εἴτε κατὰ τὸν Ἰσαάκ, δι᾽ ἄκραν ἀπάθειαν καὶ τὴν περὶ θεωρίαν καλὴν τῆς ψυχῆς ἀπληστίαν, ἀμετάβατον ἀπὸ τῆς ἀληθείας ἔσχεν, καὶ πολεμούμενος ὑπὸ τῶν πονηρῶν πνευμάτων, τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως, εἴτε κατὰ τὸν Ἰακὼβ τῆς τῶν ὑλικῶν δασύτητός τε καὶ τῆς περὶ αὐτὰ συγχύσεως τὸν νοῦν ἀποκαθάρας κατέστησε λεῖον, καὶ τῇ τῶν ἐριφείων ἐπιθέσει δερμάτων, τῇ περὶ τὴν σάρκα λέγω τοῦ κατὰ Θεὸν βίου τραχύτητι, τὴν κατὰ τοῦ φρονήματος τῆς σαρκὸς παρὰ τοῦ Θεοῦ κομισάμενος δυναστείαν, φόβῳ τε τῆς τῶν παθῶν ἐπαναστάσεως καὶ πόθῳ τῆς κατὰ πεῖραν ὑψηλοτέρας μαθήσεως μεταβὰς εἰς Χαρράν, τὴν φυσικήν φημι θεωρίαν, ἐξ ἧς λαβὼν διὰ πόνων πρακτικῶν πᾶσαν τοῦ φαινομένου κόσμου τὴν πνευματικὴν ἐπιστήμην, ἐν διαφόροις συλλεγεῖσαν λογισμοῖς τε καὶ νοήμασιν, ἐπανῆλθεν εἰς τὴν γῆν τὴν πατρικὴν καὶ οἰκείαν, φημὶ τὴν γνῶσιν τῶν νοητῶν, ἐπιφερόμενος καθάπερ γυναῖκας καὶ παιδίσκας τὰς ἐγγενομένας αὐτῷ τῆς τε πρακτικῆς καὶ τῆς θεωρητικῆς παγίας ἕξεις καὶ ἐνεργείας καὶ τοὺς ἐκ τούτων αὐτῷ γεννηθέντας υἱούς, οἵτινες οὗτοι τυγχάνουσι. Καὶ ἁπλῶςἵνα μὴ πλέον τοῦ δέοντος ὁ λόγος μηκύνηται, τὸν ἑκάστου βίον διεξιώνπᾶς ἅγιος διὰ τῆς οἰκείας ἀναστροφῆς, ὡς ἐσχηκὼς βοῶντα τὸν λόγον τὰ οἰκεῖα τοῖς ἄλλοις ἀνθρώποις θελήματα, φωνὴ τοῦ Λόγου σαφῶς ὑπάρχει καὶ πρόδρομος κατὰ τὴν ἀναλογίαν τῆς ἐν αὐτῷ δικαιοσύνης καὶ πίστεως. Πάντων δὲ μάλιστα φωνὴ τοῦ Λόγου καὶ πρόδρομός ἐστιν Ἰωάννης ὁ μέγας καὶ τῆς ἄνευ τύπων καὶ συμβόλων ἀληθοῦς τοῦ Θεοῦ παρουσίας μηνυτής τε καὶ κήρυξ καὶ τοῖς ἀγνοοῦσιν ἐμφανιστής, δεικνὺς ἀναφανδὸν τὸν αἴροντα τοῦ κόσμου τὴν ἁμαρτίαν καὶ πρὸς τὴν οἰκονομίαν εἰς τὴν τῶν μυστηρίων ἐκπλήρωσιν κατὰ τὸ βάπτισμα συνεισφέρων τὴν ἑαυτοῦ λειτουργίαν.

Ἐπειδὴ δὲ διὰ τὸν πλοῦτον τῆς χάριτος πολυτρόπως δύναται (14Β_294> ληφθῆναι πρὸς ὠφέλειαν τῶν ἀρετῆς τε καὶ γνώσεως ἐφιεμένων πᾶσα συλλαβή, καὶ ἡ τυχοῦσα, τῆς θείας Γραφῆς, φέρε, κατὰ τὸ δυνατὸν ἡμῖν καὶ ἑτέρως τὰ προτεθέντα θεωρήσωμεν.

Ἔρημος τοιγαροῦν, ὡς ἔφην, ἔστιν ἡ τῶν ἀνθρώπων φύσις καὶ ὁ κόσμος οὗτος καὶ ἡ τοῦ καθέκαστον ψυχὴ διὰ τὴν γενομένην ἐκ τῆς ἀρχαίας παραβάσεως τῶν ἀγαθῶν ἀκαρπίαν. Φωνὴ δὲ τοῦ βοῶντός ἐστι Λόγου ἡ κατὰ συνείδησιν ἐπὶ τοῖς ἑκάστῳ πλημμεληθεῖσι συναίσθησις οἱονεὶ βοῶσα κατὰ τὸ κρυπτὸν τῆς καρδίας ἑτοιμάσαι τὴν ὁδὸν Κυρίου. Σαφὴς δὲ καὶ πρόδηλος ἑτοιμασία τῆς θείας ὁδοῦ