1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

42

κατὰ φύσιν νόμος, παντελῶς μὴ διαφθειρόμενος, ἢ τυχὸν ἡ διὰ τῶν φαινομένων γινομένη κατὰ χάριν Θεοῦ περὶ τῶν νοουμένων σύμμετρος γνῶσις, δι᾽ ἥν ἐστιν ὁ ἄνθρωπος ἐνταῦθα τῇ ἐλπίδι τῶν μελλόντων κρατούμενος. Τὸ δὲ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σὲ τὴν κατὰ τὸν αἰῶνα τοῦτον ἑβδοματικὴν τοῦ χρόνου παράτασιν δηλοῖ, ὑφ᾽ ἣν γέγονε, τὴν φυλακὴν τῆς οἰκείας ἕξεως καὶ ἐνεργείας ἐάσας, ὁ κατὰ φύσιν νόμος, καὶ μεθ᾽ ἣν συντελουμένην κατὰ τὴν προσδοκωμένην ἀνάστασιν διὰ τῆς ἀποβολῆς τῶν ἀλόγων ἰδιωμάτων πρὸς ἑαυτὸν ἐπανελεύσεται πάλιν, τὴν ἐξ ἀρχῆς εὐκληρίαν τῆς βασιλείας. ἀπολαμβάνων, ἐπιγνοὺς διὰ τῆς κατὰ τὸν αἰῶνα τοῦτον προνοητικῆς οἰκονομίας τὸ κράτος τῆς ἀληθινῆς βασιλείας. Τὸ γὰρ ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου ἐν τῇ γῇ φάναι τὸ μὴ τῆς φύσεως ἀναιρεθῆναι τελείως διὰ τὴν παράβασιν τὸ σπέρμα καὶ τὰς δυνάμεις τῆς ἀγαθότητος δηλοῖ· καθ᾽ ἃς πάλιν λαμβάνουσα τὴν αὔξησιν εἰς τὸ πρώην φυσικὸν διὰ τῆς ἀναστάσεως ἐπανάγεται μέγεθός τε καὶ κάλλος.

Ἀλλ᾽ ἡμῖν γε κρεῖττον, στοιχοῦντας τῷ νόμῳ τῶν ἐντολῶν, ἑαυτοὺς πρὸς ἀναίρεσιν τοῦ φρονήματος τῆς σαρκὸς ἑκουσίοις ἐκπαιδεύειν πόνοις, καὶ οὐ μόνον κρεῖττον, ἀλλὰ καὶ πάνυ (14Β_182> φιλόσοφον καὶ πρέπον τοῖς τὸν ἔμφυτον λόγον ἡγεμόνα τῶν παθῶν καταστήσασιν. Εἰ δὲ μὴ τοῦτο, τό γε τούτου δεύτερον· ἀκουσίως παιδευόμενοι, στέρξωμεν τοῦ παιδεύοντος ἡμᾶς τὴν βουλὴν μετὰ τῆς πρεπούσης εὐχαριστίας, καθάπερ ζυγὸν βασιλέως Βαβυλῶνος καταδεχόμενοι τὴν ἐφ᾽ οἷς ἡμάρτομεν κόλασιν. Καὶ τῆς ἡμετέρας γῆς, τουτέστι τῆς πίστεως καὶ τῆς ἐλπίδος καὶ τῆς κατ᾽ ἀρετὴν ἕξεως, οὐ μεταφέρει τὸν ἡμέτερον νοῦν ὁ νοητὸς βασιλεὺς Βαβυλῶνος.

Κατὰ τοῦτον οὖν τὸν προαποδοθέντα τρόπον καὶ Θεοῦ δοῦλος ὁ διάβολος λέγεται, καὶ παραδίδονται αὐτῷ οἱ βασιλεῖς τῶν ἐθνῶν καὶ ὁ βασιλεὺς Ἰούδα καὶ τὰ θηρία τοῦ ἀγροῦ.

ΣΧΟΛΙΑ 1. Κατά ποῖον τρόπον, φησίν, ἐχθρός ἐστι τοῦ Θεοῦ καί ἐκδικητής ὁ διάβολος. 2. Ψυχὴ χωρισθεῖσα ὑπὸ τοῦ διαβόλου, ἁγνοοῦσα ἢ περιφρονοῦσα τὴν θείαν

ἀπειλὴν διὰ τῶν πειρασμῶν, τουτέστι τὴν κόλασιν, ποιεῖ αἰτίαν ἀσεβείας πρὸς τὴν ἐντολήν. Ἐγκαταλείπει γὰρ τὸν Θεὸν καὶ πρὸς τὸν διάβολον φεύγει, θεωροῦσα λυτρωτὴν τὸν ἐχθρόν.

3. Ὅτι κατιωθεῖσαν ψυχήν τῷ ῥύπῳ τῆς ἡδονῆς φησίν, ἀποκαθαίρει πόνος, καί ἀφηλοῖ παντελῶς αὐτῆς τήν σχέσιν τῶν ὑλικῶν, τῆς πρός αὐτά φιλίας τήν ζημίαν μεταμαθοῦσαν· δι᾿ ἥν αἰτίαν ὁ Θεός συγχωρεῖ τῷ διαβόλῳ κατά κρίσιν δικαίαν τούς ἀνθρώπους βασάνοις καταπιέζειν.

4. Τὰ παρόντα, φησί, μόνον τὴν αἴσθησιν κολακεύουσι, μὴ ἀποφέροντα οὐδὲν κέρδος, ἢ δὲ διὰ τοῦ διαβόλου, κατὰ παραχώρησιν τοῦ Θεοῦ, τιμωρία ποιεῖ ἡμᾶς μισῆσαι καὶ περιφρονῆσαι αὐτά.

5. Ὁ πάσχων φησίν, ὑπέρ χάριτος Θεοῦ παραβαθείσης, ἐάν ἐπιγνῷ τῆς ἰωμένης αὐτόν θείας προνοίας τόν λόγον, τήν τε συμφοράν εὐχαρίστως δέχεται χαίρων, καί τήν ὑπέρ ἧς παιδεύεται διορθοῦται πλημμέλειαν· ὁ δέ ταύτης (14Β_184> ἀναισθητῶν τῆς ἰατρείας τῆς δοθείσης, ἐνδίκως ἀπάγεται χάριτος, καί τῇ συγχύσει τῶν παθῶν παραδίδοται· πρός τήν πρᾶξιν ἐλθεῖν καταλιμπανόμενος, ὧν ἐνδιαθέτως εἶχε τήν ἔφεσιν.

6. Τήν μέν εἰρήνην κατά προσηγορίαν εἶχεν τοῦ ὀνόματος· τήν δέ σοφίαν κατά θείαν δωρεάν ὡς προσευχῆς καρπόν εἶχεν ὁ Σαλομῶν.

7. Εἰς τόν φυσικόν νόμον ἐνταῦθα μεταλαμβάνει τόν Ναβουχοδονόσορ, καί εἰς τήν ἕξιν αὐτοῦ τοῦ φυσικοῦ νόμου τόν υἱόν αὐτοῦ Βαλτάσαρ.