1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

17

καὶ βασάνους πολλὰς καὶ στενοχωρίας ἔχοντες, καὶ διωγμοὺς καὶ μυρία πειρασμῶν εἴδη μετὰ χαρᾶς ὑπομένοντες.

Η (8). ΠΕΡΙ ΤΟΥ "Ο ΘΕΟΣ ΦΩΣ ΕΣΤΙΝ". 8. ΕΡΩΤΗΣΙΣ Η' Ἐπειδὴ πάλιν λέγει ὁ ἅγιος Ἰωάννης ὁ Θεὸς φῶς ἐστι, καὶ πάλιν μετ᾽ ὀλίγα

ἐὰν ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός 14Β_080 ἐστιν ἐν τῷ φωτί, πῶς καὶ φῶς ὁ αὐτὸς λέγεται, καὶ ἐν τῷ φωτὶ εἶναι, ὡς ἄλλος ἐν ἄλλῳ;

Ἀπόκρισις. Ὁ κατ᾽ οὐσίαν ἀληθῶς φῶς ὑπάρχων Θεὸς ἐν τοῖς ἐν αὐτῷ διὰ τῶν ἀρετῶν

περιπατοῦσίν ἐστιν, ἀληθῶς φῶς γενομένοις. Ὥσπερ οὖν τὸ κατὰ μέθεξιν φῶς, ὡς οἱ ἅγιοι πάντες διὰ φιλοθεΐαν ἐν τῷ κατ᾽ οὐσίαν γίνονται φωτί, οὕτω τὸ κατ᾽ οὐσίαν ἐν τῷ κατὰ μέθεξιν φωτὶ διὰ φιλανθρωπίαν γίνεται φῶς. Ἐὰν οὖν ἐσμεν κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ὡς ἐν φωτὶ τῷ Θεῷ, καὶ αὐτὸς ὁ Θεός, ὡς φῶς, ἐν φωτί ἐστιν ἐν ἡμῖν. Ὁ γὰρ φύσει φῶς ὁ Θεὸς ἐν τῷ μιμήσει γίνεται φωτί, ὡς ἐν εἰκόνι ἀρχέτυπον. Ἢ μᾶλλον, φῶς ἐστιν ὁ Θεὸς καὶ Πατὴρ ἐν φωτί, δηλαδὴ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, οὐκ ἄλλο καὶ ἄλλο καὶ ἄλλο φῶς ὑπάρχων, ἀλλὰ κατ᾽ οὐσίαν ἓν καὶ τὸ αὐτό, κατὰ τὸν τῆς ὑπάρξεως τρόπον τρισσοφαές.

Θ (9). ΠΕΡΙ ΤΟΥ "Α∆ΕΛΦΟΙ, ΝΥΝ ΤΕΚΝΑ ΘΕΟΥ ΕΣΜΕΝ ΚΑΙ ΟΥΠΩ

ΕΦΑΝΕΡΩΘΗ ΤΙ ΕΣΟΜΕΘΑ". 9. ΕΡΩΤΗΣΙΣ Θ' Τί λέγει πάλιν ὁ ἅγιος Ἰωάννης ἀδελφοί, νῦν τέκνα Θεοῦ ἐσμεν, καὶ οὔπω

ἐφανερώθη τί ἐσόμεθα; Εἰ οὔπω ἐφανερώθη τί ἐσόμεθα, πῶς ὁ ἅγιος Παῦλος λέγει ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος· τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ; Πῶς δὲ καὶ τοιαῦτα φιλοσοφεῖ περὶ τοῦ τί ἐσόμεθα;

Ἀπόκρισις. Ὁ μὲν ἅγιος εὐαγγελιστὴς Ἰωάννης τὸν τρόπον τῆς μελλούσης τῶν

γενομένων ἐνταῦθα τέκνων τοῦ Θεοῦ διὰ τῶν κατὰ 14Β_082 τὴν πίστιν ἀρετῶν θεώσεως ἠγνοηκέναι λέγει, μήπω φανερωθείσης τῆς αὐθυπάρκτου κατὰ τὸ εἶδος τῶν μελλόντων ἀγαθῶν ὑποστάσεως. ∆ιὰ πίστεως γὰρ ἐνταῦθα περιπατοῦμεν, ἀλλ᾽ οὐ διὰ εἴδους. Ὁ δὲ ἅγιος Παῦλος τὸν ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς θεῖον σκοπὸν λέγει δι᾽ ἀποκαλύψεως εἰληφέναι, οὐ μὴν αὐτὸν ἐγνωκέναι τὸν κατὰ τὸν θεῖον σκοπὸν τῆς ἐκθεώσεως τρόπον. ∆ιὸ λέγει σαφῶς ἑαυτὸν ἑρμηνεύων κατὰ σκοπὸν διώκω πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, γνῶναι δηλονότι θέλων ἐκ τοῦ παθεῖν τὸν τρόπον τῆς κατ᾽ ἐνέργειαν ἐκπληρώσεως τοῦ θείου καὶ αὐτῷ δι᾽ ἀποκαλύψεως ἐνταῦθα γνωσθέντος σκοποῦ τῆς ἐκθεωτικῆς τῶν ἀξιουμένων δυνάμεως. Συνᾴδουσιν οὖν οἱ ἀπόστολοι, διὰ τῆς δοκούσης ἐναντιοφανοῦς διδασκαλίας ἀλλήλοις συμπνέοντες, ὡς ὑφ᾽ ἑνὸς καὶ τοῦ αὐτοῦ κινούμενοι Πνεύματος. Ὁ μὲν γὰρ τοῦ τρόπου τῆς μελλούσης κατὰ τὴν χάριν θεώσεως ὁμολογεῖ τὴν ἄγνοιαν, ὁ δὲ τοῦ σκοποῦ μεγαλοφυῶς εἰσηγεῖται τὴν εἴδησιν. Ὅτι δὲ ταύτης ἔχεται τῆς γνώμης ὁ μέγας ἀπόστολος, αὐτὸς ἑαυτοῦ διὰ πάντων τῶν θείων αὐτοῦ λόγων μάρτυς καθέστηκεν, ποτὲ μὲν πᾶσαν καταργηθήσεσθαι φάσκων γνῶσιν καὶ προφητείαν, ποτὲ δὲ οὔπω λογιζόμενος ἑαυτὸν κατειληφέναι, ποτὲ δὲ δι᾽ ἐσόπτρου καὶ αἰνιγμάτων βλέπειν λέγων τὰ μέλλοντα καὶ εἶναι καιρὸν ὅτε τῆς πρόσωπον πρὸς πρόσωπον τῶν ἐλπιζομένων μεγάλης καὶ ὑπὲρ νόησιν ἀπολαύειν χάριτος, ποτὲ δὲ ἐκ μέρους γινώσκειν ὁμολογῶν καὶ ἐκ μέρους προφητεύειν, ποτὲ δὲ χρῆν αὐτὸν γνώσεσθαι καθὼς καὶ ἐπεγνώσθη διαρρήδην βοῶν, ὡς οὔπω δηλονότι γνοὺς τὸ