1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

95

κατεπανισταμένων τῆς πράξεως, καὶ τὴν τέως καθαρὰν μολυνόντων συνείδησιν καὶ ψευδῶν ἐννοιῶν συνεπιπλεκομένων τῇ θεωρίᾳ τῶν ὄντων καὶ τὴν τέως ὀρθὴν διαστρεφουσῶν δόξαν τῆς γνώσεως.

Θεῖος γὰρ ὡς ἀληθῶς ὅρος τε καὶ νόμος κατὰ πρόνοιαν ἐνυπάρχει τοῖς οὖσι, παιδεύεσθαι διὰ τῶν ἐναντίων ἐπιτρέπων πρὸς εὐγνωμοσύνην τοὺς ἐπὶ κρείττοσι φανέντας ἀγνώμονας καὶ τὴν πεῖραν τῶν ἀντικειμένων τῆς τῶν καλῶν κατορθωτικῆς θείας ἐπίγνωσιν ποιεῖσθαι δυνάμεως, ὡς ἂν μή, παντελῶς ἐπὶ τοῖς ἀμείνοσι ἀκαθαίρετον παρὰ τῆς προνοίας ἔχειν συγχωρηθέντες τὴν οἴησιν, εἰς τὴν ἀντίθεον τῆς ὑπερηφανίας διάθεσιν κατολισθήσωμεν, ἑαυτῶν κατὰ φύσιν, ἀλλ᾽ οὐκ ἐπίκτητον χάριτι, τὴν τῆς ἀρετῆς καὶ τῆς γνώσεως κτῆσιν εἶναι νομίζοντες, καὶ εὑρεθῶμεν τῷ καλῷ πρὸς τὴν τοῦ κακοῦ χρώμενοι γένεσιν, καὶ δι᾽ ὧν ἔδει πλέον διασφιγχθεῖσαν ἐν ἡμῖν ἀσάλευτον μένειν τὴν θείαν ἐπίγνωσιν, δι᾽ ἐκείνων, ὡς οὐκ ὤφελον, τὴν ταύτης νοσήσαντες ἄγνοιαν.

Ὁ γὰρ οἰόμενος ἑαυτὸν κατειληφέναι τὸ τέλος τῆς ἀρετῆς, οὐδαμῶς ἐπιζητήσει λοιπὸν τὴν πηγαίαν τῶν καλῶν αἰτίαν, ἑαυτῷ μόνῳ περιγράψας τὴν τῆς ἐφέσεως δύναμιν, αὐτὸν τῆς σωτηρίας τὸν ὅρον ὑφ᾽ ἑαυτοῦ, φημὶ δὲ τὸν Θεόν, ζημιούμενος. Ὁ δὲ τῆς ἑαυτοῦ περὶ τὰ καλὰ φυσικῆς συναισθόμενος πενίας (14Β_398> οὐ παύεται προτροπάδην τρέχων πρὸς τὸν δοῦναι δυνάμενον τῆς ἐνδείας τὴν πλήρωσιν.

Γίνεται τοίνυν δικαίως ἐπὶ τὸν ὑψηλόφρονα νοῦν ὀργή, τουτέστιν ἐγκατάλειψις, ἤγουν ἡ τοῦ διοχληθῆναι αὐτὸν κατά τε τὴν πρᾶξιν ὡς Ἰουδαίαν, κατά τε τὴν θεωρίαν ὡς Ἱερουσαλήμ, ὑπὸ δαιμόνων συγχώρησις, ἵνα λάβῃ τῆς μὲν ἑαυτοῦ φυσικῆς ἀσθενείας συναίσθησιν, τῆς δὲ σκεπούσης αὐτὸν καὶ τὸ πᾶν κατορθούσης τῶν ἀγαθῶν θείας δυνάμεώς τε καὶ χάριτος τὴν ἐπίγνωσιν, καὶ ταπεινωθῇ, πόρρω παντελῶς ἑαυτοῦ τὸ ἀλλότριον καὶ παρὰ φύσιν ὕψος ποιούμενος, ὥστε μὴ ἐπελθεῖν ἐπ᾽ αὐτὸν τὴν ἄλλην ὀργὴν τῆς τῶν δοθέντων χαρισμάτων ἀφαιρέσεως, ἥτις ἐπὶ τὸν Ἐζεκίαν οὐκ ἐπῆλθεν, εὐθέως ἐκ τῆς ἐπ᾽ αὐτὸν γενομένης πρώτης ὀργῆς, ἤγουν ἐγκαταλείψεως, ταπεινωθέντα καὶ γενόμενον τῆς τοῦ παρέχοντος τὰ καλὰ συναισθήσεως. Φησὶ γὰρ μετὰ τὸ καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ· καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, καὶ οὐκ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου, ἡ ἄλλη δηλονότι ὀργή, τῆς τῶν χαρισμάτων ἀφαιρέσεως, διὰ τὸ τὴν πρώτην ἐγκατάλειψιν τῆς καλῆς ἐπιγνωμοσύνης αὐτῷ γενέσθαι διδάσκαλον. Ὁ γὰρ μὴ σωφρονισθεὶς τῷ πρώτῳ εἴδει τῆς ὀργῆς, ἤγουν ἐγκαταλείψεως, ἐλθεῖν πρὸς ταπείνωσιν, τὴν ἄλλην δέχεται σαφῶς ἐπ᾽ αὐτὸν ἐρχομένην ὀργήν, ἀφαιρουμένην αὐτοῦ τὴν τῶν χαρισμάτων ἐνέργειαν, καὶ ἔρημον αὐτὸν καθιστῶσαν τῆς τέως φρουρούσης δυνάμεωςκαὶ ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, φησὶ περὶ τοῦ ἀγνώμονος Ἰσραὴλ ὁ Θεός, λέγων καὶ ἔσται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηθῇ οὐδὲ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτόν, καθάπερ ἀνηγόρευται παθὼν καὶ Σαοὺλ ὁ πρῶτος τοῦ Ἰσραὴλ βασιλεύς. Ἐκεῖνος γὰρ ἅμα τῇ βασιλείᾳ λαβὼν διὰ (14Β_400> τοῦ χρίσματος καὶ τῆς προφητείας τὴν χάριν, ἐπειδὴ ταύτην μὴ ἐφύλαξεν, ὀργὴν δέχεται πρώτην τὴν τοῦ πονηροῦ πνεύματος ἐνέργειαν· ἧς μηδεμίαν λαβὼν συναίσθησιν, τῇ ἄλλῃ ταμιευθεὶς ὀργῇ συγκατέληξε, πάσης διὰ τὴν ἄνοιαν γυμνὸς πρὸ θανάτου θεοσεβείας γενόμενος. Καὶ δηλοῖ τοῦτο παθών, πρῶτον μὲν ὑπὸ τοῦ δαίμονος ἐνεργούμενος, εἶθ᾽ ὕστερον πρὸς αὐτοὺς αὐτομολῶν ἑκουσίως διὰ τῆς ἐγγαστριμύθου τοὺς δαίμονας καί, ἴσως τοῖς ἀθέοις, τὴν τῆς μαντείας τοῖς δαίμοσιν ἐπιτελῶν τελετήν.