1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

32

ἄνθρωπος γίνεται. Μακάριος οὖν ὁ μετὰ τὸ ποιῆσαι διὰ σοφίας ἐν ἑαυτῷ τὸν Θεὸν ἄνθρωπον καὶ τοῦ τοιούτου μυστηρίου πληρώσας τὴν γένεσιν, πάσχων τὸ γενέσθαι τῇ χάριτι Θεός, ὅτι τοῦ ἀεὶ τοῦτο γίνεσθαι πέρας οὐ λήψεται. Ὁ γὰρ ταύτην τοῖς ἀξίοις ποιῶν, ἀόριστος ὑπάρχων κατ᾽ οὐσίαν, ἀόριστον ἔχει, καὶ πάσης ἀοριστίας ἐπέκεινα, τὴν τοῦτο ποιοῦσαν δύναμιν καὶ μηδέποτε συγκαταλήγουσαν τοῖς ὑπ᾽ αὐτῆς γινομένοις, καθάπερ ἡμεῖς, ἀεὶ δὲ μᾶλλον ἑαυτῇ συγκρατοῦσαν τοὺς ἐξ αὐτῆς τὸ εἶναι λαβόντας, ἄνευ αὐτῆς εἶναι μὴ δυναμένους. Ὅθεν καὶ πλοῦτον εἶπε χρηστότητος, ὡς μὴ παυομένης ποτὲ τῆς ἐφ᾽ ἡμῖν ἐν χρηστότητι κατὰ τὴν πρὸς θέωσιν μεταποίησιν θείας καὶ παμφαοῦς διαθέσεως.

14Β_140 ΣΧΟΛΙΑ 1. Ἡ πρός τήν σάρκα τοῦ Λόγου καθ᾿ ὑπόστασιν ἕνωσις, τόν ἀπόῤῥητον τῆς

θείας βουλῆς ἐφανέρωσε σκοπόν, ἐν τῷ μή φῦραι τῇ ἑνώσει τῆς σαρκός τήν οὐσίαν· μίαν δέ δεῖξαι, κἀν τῇ σαρκώσει τοῦ Λόγου τήν ὑπόστασιν· ἵνα καί μείνῃ σάρξ κατά τήν οὐσίαν ἡ σάρξ, καί γένηται θεία κατά τήν ὑπόστασιν.

2. Τῶν αἰώνων, φησίν, οἱ μέν θείας ἐκφαντικοί γεγόνασιν ἐνανθρωπήσεως, ὧν εἰς ἡμᾶς τά τέλη κατήντησεν· οἱ δέ τῆς ἡμῶν ἀποδεικτικοί τυγχάνουσιν ἐκθεώσεως· ὧν οὔπω τῆς δόξης ὁ πλοῦτος ἐφανερώθη.

3. Βεβαία πίστωσίς ἐστι, φησίν, τῆς πρός ἐκθέωσιν ἐλπίδος τῇ φύσει τῶν ἀνθρώπων, ἡ τοῦ Θεοῦ ἐνανθρώπησις· τοσοῦτον Θεόν ποιοῦσα τόν ἄνθρωπον, ὅσον αὐτός γέγονεν ἄνθρωπος. Ὁ γάρ χωρίς ἁμαρτίας γενόμενος ἄνθρωπος, δῆλον ὅτι χωρίς τῆς εἰς θεότητα μεταβολῆς, τήν φύσιν θεοποιήσει καί τοσοῦτον ἀναβιβάσει δι᾿ ἑαυτόν, ὅσον αὐτός διά τόν ἄνθρωπον ἑαυτόν κατεβίβασεν.

4. Θεωρία, δι᾿ ἧς ἐν Χριστῷ κατά περιγραφήν εἶναι δείκνυσιν ἀδιαστάτως, τήν ἀρχήν καί τό μέσον καί τό τέλος τῶν αἰώνων. Ὅς εἰς ἡμᾶς κατήντησεν ὡς αἰώνων τέλος διά σαρκώσεως, ἔχων φυσικῶς τό πλήρωμα τῆς πατρικῆς ἀγαθότητος, οὗπερ ἐν ἑαυτῷ κατά χάριν ἡμᾶς μετόχους κατέστησεν, πίστεως ἡμῖν θέμενος τήν ἐλπίδα βεβαίωσιν.

5. Ὁ τοῦ ποιεῖν λόγος ἐστίν ἡ φυσική πρός ἀρετῶν ἐνέργειαν δύναμις· ὁ δέ τοῦ πάσχειν λόγος ἐστίν ἡ χάρις τῶν ὑπέρ φύσιν ἤ σύμβασις τῶν παρά φύσιν. Ὡς γάρ τοῦ ὑπερόντος φυσικήν οὐκ ἔχομεν δύναμιν, οὕτως οὔτε τοῦ μή ὄντος ἔχομεν φύσει τήν δύναμιν. Πάσχομεν οὖν ὡς ὑπέρ φύσιν οὖσαν κατά χάριν, ἀλλ᾿ οὐ ποιοῦμεν τήν θέωσιν. Οὐ γάρ ἔχομεν δεκτικήν φύσει τῆς θεώσεως δύναμιν. Καὶ πάσχομεν πάλιν ὡς παρὰ φύσιν γνώμῃ κατά σύμβασιν τὴν κακίαν· οὐ 14Β_142 γάρ ἔχομεν πρός γένεσιν κακίας φυσικήν δύναμιν. Ποιοῦμεν οὖν ἐνταῦθα, φησίν, ὄντες, τάς ἀρετάς πρός τό ποιεῖν ταύτας ἔχοντες φύσει τήν δύναμιν· πάσχομεν δέ κατά τό μέλλον τήν θέωσιν, τήν πρός τό παθεῖν ταύτην κατά δωρεάν χάριν δεχόμενοι.

6. Τάς μέν ἀρετάς ποιοῦντες μετά τήνδε, φησί, παυόμεθα τήν ζωήν· τήν δέ κατά χάριν ὑπέρ αὐτῶν οὐ παυόμεθα πάσχοντες θέωσιν. Τὸ γὰρ ὑπέρ φύσιν πάθος, ἀόριστον, ὅτι καί δραστικόν· τό δέ παρά φύσιν, ἀνύπαρκτον, ὅτι καί ἀδρανές.

7. Τοῦ τε θυμοῦ καί τῆς ἐπιθυμίας ἐπιστατῶν ὁ λόγος, φησίν, ποιεῖ τάς ἀρετάς· ὁ δέ νοῦς τοῖς λόγοις ἐπιβάλλων τῶν γεγονότων τήν ἄπταιστον συλλέγεται γνῶσιν. Ὅταν οὖν ὁ λόγος μετά τήν τῶν ἀντικειμένων ἀποβολήν εὕρῃ τό κατά φύσιν ἐραστόν· καί ὁ νοῦς μετά τήν τῶν γινωσκομένων διάβασιν λάβηται τῆς ὑπέρ οὐσίαν καί γνῶσιν τῶν ὄντων αἰτίας, τηνικαῦτα τό τῆς θεώσεως κατά χάριν ἐπιγίνεται πάθος, τόν μέν λόγον ἀπάγον τῆς φυσικῆς διακρίσεως, ἔνθα τὸ διακρινόμενον οὐκ ἔστι· τόν δέ νοῦν καταπαῦον τῆς κατά φύσιν νοήσεως, ἔνθα μή