1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

80

ἐπαναστᾶσαν αὐτῷ πονηρὰν καὶ τυραννικὴν δυναστείαν, καὶ διὰ τοῦ θείου προστάγματος, ὡς δι᾽ ἀγγέλου τινός, τοῦ διαφθείρειν τὰ πάθη πεφυκότος λόγου, ἀποκτείνας τὰς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ πέντε χιλιάδας, τουτέστι τὴν ποιητικὴν τῆς κακίας ἕξιν, τὴν παραλόγως ταῖς τρισὶ τῆς ψυχῆς διὰ τῶν αἰσθητῶν ἐπιφυομένην δυνάμεσι, καὶ τὴν ἐπ᾽ αὐταῖς ἐνέργειαν τῶν αἰσθήσεων.

Χρὴ τοιγαροῦν μήτε φυσικὴν μετιέναι θεωρίαν τὸν γνωστικῶς τὰς ἀοράτους συμπλοκὰς ὑπαλύσκειν ἐπιστάμενον νοῦν μὴδ᾽ ἄλλό τι ποιεῖν ἐν τῷ καιρῷ τῆς τῶν πονηρῶν δαιμόνων προσβολῆς ἢ μόνον προσεύχεσθαι καὶ τὸ σῶμα πόνοις καταδαμάζειν καὶ τὴν τοῦ χοϊκοῦ φρονήματος διὰ πάσης σπουδῆς ποιεῖσθαι καθαίρεσιν καὶ φυλάττειν τὰ τείχη τῆς πόλεωςλέγω δὲ τὰς φρουρητικὰς τῆς ψυχῆς ἀρετὰς ἢ τὰς τῶν ἀρετῶν φυλακτικὰς μεθόδους, ἐγκράτειαν λέγω καὶ ὑπομονήνδιὰ τῶν ἐμφύτων ἀγαθῶν λογισμῶν, μηδενὸς τὸ σύνολον λογισμοῦ ἀντιρρητικῶς τινι τῶν ἐκτὸς νοητῶν πολεμίων ἀποκρινομένου, μήπως, διὰ τῶν δεξιῶν ἀπατήσας, ἀποστήσῃ (14Β_336> Θεοῦ, κλέψας τὴν ἔφεσιν, ὁ τὴν ψυχὴν ποτίζων ἀνατροπὴν θολεράν, καὶ διὰ τῶν νομιζομένων καλῶν πρὸς τὰ χείρονα τὴν τὰ καλὰ ζητοῦσαν ὑποσύρῃ διάνοιαν λαλῶν Ἰουδαϊστὶ Ῥαψάκης ὁ ἀρχιστράτηγος Σενναχειρὶμ βασίλεως Ἀσσούρ. Ῥαψάκης δὲ ἑρμηνεύεται πολὺς ποτισμῷ μετὰ φιλημάτων ἢ μεγάλα ἔχων φιλήματα. Ὁ πονηρὸς γὰρ δαίμων, ὁ διὰ τῶν δεξιῶν τὸν νοῦν εἰωθὼς πολεμεῖν, Ἰουδαϊστὶ λαλεῖ διὰ τῆς νομιζομένης ἀλλ᾽ οὐκ οὔσης ἀρετῆς, τὴν θολερὰν ἀνατροπὴν τὴν ψυχὴν ποτίζων, δεικνὺς αὐτῇ τὴν ἠπατημένην καὶ ὀλέθριον φιλίαν, ἧς τοῦ πλήττοντος μᾶλλον φίλου καθέστηκε τὰ τραύματα κρείττονα· φησὶ γὰρ ἀξιοπιστότερα τραύματα φίλου ὑπὲρ φιλήματα ἐχθροῦ. Σενναχειρὶμ δὲ πειρασμὸς ξηρασίας ἑρμηνεύεται ἢ ὀδόντες ἠκονημένοι, ὅς ἐστιν ὁ διάβολος, ὁ κατ᾽ ἀλήθειαν διὰ τῶν πρὸς κακίαν ἠκονημένων λογισμῶν τοῦτο γάρ μοι νοεῖται ὀδόντες ἠκονημένοιτὴν ἐν ἡμῖν τῶν θείων ναμάτων τῆς γνώσεως καταξηραίνων ἐπιρροήν, κατὰ τὴν ἐνέργειαν ἣν πέφυκε τοῖς αὐτὸν παραδεχομένοις ἐμποιεῖν, λαχὼν τὴν κλῆσιν τοῦ ὀνόματος πρόσφορον, πειρασμὸς ὄντως ξηρασίας καὶ ὢν καὶ καλούμενος, ὡς ἐρήμους καθιστῶν πάσης τῆς ἐν πνεύματι ζωτικῆς διαδόσεως τοὺς ὑποπεσόντας τοῖς δόλοις αὐτοῦ.

Ἢ τυχὸν πειρασμὸς κέκληται ξηρασίας ὁ Σενναχειρίμ, τουτέστι ὁ διάβολος, ὡς ἄπορος καὶ πένης καὶ πάσης ἐστερημένος πρὸς τὴν καθ᾽ ἡμῶν ἐπανάστασιν ἰδικῆς δυναστείας, καὶ χωρὶς τῶν αἰσθητῶν, δι᾽ ὧν εἴωθε τὴν ψυχὴν πολεμεῖν, οὐδὲν ἡμᾶς βλάψαι δυνάμενος καὶ διὰ τοῦτο δεόμενος τῆς καθ᾽ ἡμῶν περινενοημένης τυραννίδος τῶν ἔξω τῆς πόλεως πηγῶν, τουτέστι τῶν ὑλικῶν νοημάτων, οἷς πέφυκεν συνεισβάλλειν τῇ ψυχῇ τὰ σχήματα καὶ τὰ εἴδη τῶν αἰσθητῶν· δι᾽ ὧν τυπουμένη φυσικῶς διὰ τὴν σχέσιν ἡ αἴσθησις πολλάκις γίνεται τῷ διαβόλῳ (14Β_338> πρὸς καθαίρεσιν τῆς κατὰ ψυχὴν θείας εὐπρεπείας ὅπλον πονηρὸν καὶ ὀλέθριον, ὅλην προδιδοῦσα τῷ ἐχθρῷ, διὰ τῆς καθ᾽ ἡδονὴν θωπείας, τοῦ ἐν ἡμῖν λόγου τὴν δύναμιν.

Ἀλλ᾽ ὁ γενναίως διὰ τῆς λελογισμένης ἐγκρατείας μύσας τὰς αἰσθήσεις καὶ διὰ τῶν κατὰ ψυχὴν δυνάμεων τὰς πρὸς τὸν νοῦν τῶν αἰσθητῶν σχημάτων ἀποτειχίσας εἰσόδους εὐχερῶς τοῦ διαβόλου τὰς πονηρὰς διόλλυσι μηχανάς, ὑποστρέφων αὐτὸν μετ᾽ αἰσχύνης τῇ ὁδῷ ᾖ ἦλθενὁδὸς δέ, δι᾽ ἧς ὁ διάβολος ἔρχεται, ἔστι τὰ πρὸς σύστασιν τοῦ σώματος εἶναι δοκοῦντα ὑλικάεἰς τὴν ἑαυτοῦ γῆν, φημὶ δὲ τὴν σύγχυσιν, καὶ τοῖς ἐξ αὐτοῦ γεννηθεῖσι πονηροῖς λογισμοῖς αὐτὸν ἀποκτέννων, μεταφέρων αὐτοὺς πρὸς τὴν παράθεσιν τῆς ἀναπαύσεως. Ὁ γὰρ δυνηθεὶς τὸν διάβολον τοῖς αὐτοῦ χειρώσασθαι λογισμοῖς διὰ τῆς πρὸς τὸ κρεῖττον κατὰ τὴν θεωρίαν συγχρήσεως τὸν Σενναχειρὶμ ἀπέκτεινε διὰ τῶν αὐτοῦ υἱῶν καὶ πρὸς τὴν γῆν αὐτοὺς ἐφυγάδευσεν Ἀρμενίας, μεταθέμενος δηλονότι πρὸς τὴν παράθεσιν τῆς