1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

8

μετεωρισμὸν τὴν βλακείαν τὸν ἀκκισμὸν τὸν ἐκμυκτηρισμὸν τὴν πολυλογίαν τὴν ἀκαιρολογίαν τὴν αἰσχρολογίαν καὶ ὅσα ἄλλα τοῦ τοιούτου γένους ἐστίν· εἰ δὲ μᾶλλον δι᾽ ὀδύνης ὁ τῆς φιλαυτίας αἰκίζεται τρόπος, γεννῶμεν τὸν θυμὸν τὸν φθόνον τὸ μῖσος τὴν ἔχθραν τὴν μνησικακίαν τὴν λοιδορίαν τὴν καταλαλιὰν τὴν συκοφαντίαν τὴν λύπην τὴν ἀνελπιστίαν τὴν ἀπόγνωσιν τὴν τῆς προνοίας διαβολὴν τὴν ἀκηδίαν τὴν ὀλιγωρίαν τὴν δυσθυμίαν τὴν ἀθυμίαν τὴν ὀλιγοψυχίαν τὸ ἄκαιρον πένθος τὸν κλαυθμὸν τὴν κατήφειαν τὸν ὀλοφυρμὸν τὸν ζῆλον τὴν ζηλοτυπίαν τὴν παραζήλωσιν καὶ ὅσα ἄλλα τῆς τῶν καθ᾽ ἡδονὴν ἀφορμῶν ἐστερημένης ἐστὶ διαθέσεως. Ἐκ δὲ τῆς γινομένης δι᾽ ἄλλας τινὰς αἰτίας καθ᾽ 14Β_044 ἡδονὴν καὶ ὀδύνην μίξεως ἤγουν μοχθηρίαςοὕτω γὰρ καλοῦσι τινὲς τὴν ἐκ τῶν ἐναντίων μερῶν τῆς κακίας σύνθεσινγεννῶμεν τὴν ὑπόκρισιν τὴν εἰρωνείαν τὸν δόλον τὴν προσποίησιν τὴν κολακείαν τὴν ἀνθρωπαρεσκείαν καὶ ὅσα ἄλλα τῆς μικτῆς εἰσι πανουργίας ἐπινοήματα. Πάντα γὰρ ἀπαριθμεῖσθαι τὰ νῦν καὶ λέγειν μετὰ τῶν οἰκείων σχημάτων τε καὶ τρόπων καὶ αἰτιῶν καὶ καιρῶν οὐκ ἀνεκτόν, τῆς ἐπ᾽ αὐτοῖς ἐξετάσεως, Θεοῦ χαριζομένου δύναμιν, κατ᾽ ἰδίαν ὑπόθεσιν ἐρευνηθησομένης.

Τὸ τοίνυν κακόν ἐστιν, ὡς προέφην, ἡ ἄγνοια τῆς ἀγαθῆς τῶν ὄντων αἰτίας· ἥτις, τὸν μὲν νοῦν πηρώσασα τὸν ἀνθρώπινον, τὴν αἴσθησιν δὲ τρανῶς διανοίξασα, τῆς μὲν θείας γνώσεως παντελῶς αὐτὸν ἀπεξένωσεν, τῆς δὲ τῶν αἰσθητῶν ἐμπαθοῦς ἐπλήρωσε γνώσεως· ἧς πρὸς μόνην τὴν αἴσθησιν ἀνέδην μεταλαμβάνων, κτηνῶν ἀλόγων δίκην, ὁ ἄνθρωπος καὶ εὑρὼν διὰ τῆς πείρας τῆς φαινομένης αὐτοῦ σωματικῆς φύσεως συστατικὴν τῶν αἰσθητῶν τὴν μετάληψιν, εἰκότως, οἷα τοῦ νοητοῦ κάλλους ἤδη τῆς θείας ὡραιότητος διαμαρτήσας, τὴν φαινομένην κτίσιν εἰς Θεὸν παρεγνώρισεν, διὰ τὴν αὐτῆς πρὸς σύστασιν σώματος χρείαν θεοποιήσας, καὶ τὸ σῶμα τὸ ἴδιον, οἰκείως ἔχον κατὰ φύσιν πρὸς τὴν νομισθεῖσαν εἶναι Θεὸν κτίσιν, κατὰ τὸ εἰκὸς ἠγάπησεν, κατὰ πᾶσαν σπουδὴν διὰ τῆς περὶ μόνον τὸ σῶμα φροντίδος τε καὶ ἐπιμελείας λατρεύων τῇ κτίσει παρὰ τὸν κτίσαντα. Οὐ γὰρ ἄλλως δύναταί τις λατρεύειν τῇ κτίσει, μὴ τὸ σῶμα περιποιούμενος, ὥσπερ οὔτε τῷ Θεῷ τις λατρεύειν, μὴ τὴν ψυχὴν ἀρεταῖς ἐκκαθαίρων· καθ᾽ ὃ σῶμα τὴν φθοροποιὸν ἐπιτελῶν λατρείαν ὁ ἄνθρωπος καὶ κατ᾽ αὐτὸ γενόμενος φίλαυτος ἡδονὴν εἶχεν ἀπαύστως καὶ ὀδύνην ἐνεργουμένην, ἐσθίων ἀεὶ τὸ ξύλον τῆς παρακοῆς, τὸ καλοῦ τε καὶ κακοῦ κατὰ ταὐτὸν μεμιγμένην κατὰ τὴν αἴσθησιν διὰ τῆς πείρας ἔχον τὴν γνῶσιν. Καὶ τάχα ξύλον εἶναι γνωστὸν καλοῦ καὶ πονηροῦ τὴν φαινομένην κτίσιν εἰπών τις οὐχ ἁμαρτήσει τῆς ἀληθείας· 14Β_046 ἡδονῆς γὰρ καὶ ὀδύνης ποιητικὴν ἔχει φυσικῶς τὴν μετάληψιν.

Ἢ πάλιν· ἐπειδὴ καὶ λόγους ἔχει πνευματικοὺς τῶν ὁρωμένων ἡ κτίσις καὶ νοῦν διατρέφοντας, καὶ δύναμιν πάλιν φυσικήν, τὴν μὲν αἴσθησιν τέρπουσαν, τὸν δὲ νοῦν διαστρέφουσαν, ξύλον γνωστὸν καλοῦ τε καὶ κακοῦ προσηγορεύθη, τοῦ καλοῦ μὲν ἔχουσα γνῶσιν, θεωρουμένη πνευματικῶς, κακοῦ δὲ γνῶσιν, λαμβανομένη σωματικῶς. Παθῶν γὰρ γίνεται διδάσκαλος τοῖς σωματικῶς αὐτῆς μεταλαμβάνουσιν, τῶν θείων αὐτοῖς λήθην ἐπάγουσα. ∆ιὸ τῷ ἀνθρώπῳ τυχὸν καὶ ἀπηγόρευσεν ἀναβαλόμενος αὐτῆς τέως τὴν μετάληψιν ὁ Θεός, ἵνα πρότερον, ὡς ἦν μάλιστα δίκαιον, διὰ τῆς ἐν χάριτι μετοχῆς τὴν οἰκείαν ἐπιγνοὺς αἰτίαν καὶ τὴν δοθεῖσαν κατὰ χάριν ἀθανασίαν διὰ τῆς τοιαύτης μεταλήψεως πρὸς ἀπάθειαν στομώσας καὶ ἀτρεψίαν, ὡς θεὸς ἤδη τῇ θεώσει γενόμενος, ἀβλαβῶς ἐπ᾽ ἀδείας μετὰ τοῦ Θεοῦ τὰ τοῦ Θεοῦ διασκέψηται κτίσματα καὶ τὴν αὐτῶν ἀναλήψηται γνῶσιν ὡς θεὸς ἀλλ᾽ οὐκ ἄνθρωπος, τὴν αὐτὴν ἔχων τῷ Θεῷ κατὰ χάριν τῶν ὄντων μετὰ σοφίας εἴδησιν διὰ τὴν πρὸς θέωσιν τοῦ νοῦ καὶ τῆς αἰσθήσεως μεταποίησιν.