1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

91

ἑαυτοῦ ἐξ ἡμῶν αὐτῷ προσφερόμενα, καὶ τὴν ὑπὲρ αὐτῶν ὡς ἀλλοτρίων ὀφειλὴν ὁμολογοῦντος.

Καὶ ὑπερήρθη, φησίν, Ἐζεκίας κατ᾽ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν. Ὁ διὰ πράξεως καὶ θεωρίας κατορθώσας εἰς ἄκρον τὴν ἀρετὴν καὶ τὴν γνῶσιν κατὰ τὸν Ἐζεκίαν, εἰκότως ὑπεραίρεται πάντων τῶν ἐθνῶν, τῶν τε σαρκικῶν καὶ διαβεβλημένων λέγω· παθῶν ὑπεράνω κατὰ τὴν πρᾶξιν γινόμενος καὶ τῶν φυσικῶν λεγομένων σωμάτων, καὶ ἁπλῶς, ἵνα συνελὼν εἴπω, πάντων τῶν ὑπὸ αἴσθησιν εἰδῶν κατὰ τὴν θεωρίαν τοὺς ἐν αὐτοῖς πάντας γνωστικῶς διαπεράσας λόγους, ἐθνῶν καὶ αὐτῶν τῇ Γραφῇ τροπικῶς ὀνομαζομένων διὰ τὸ πρὸς τὴν ψυχὴν καὶ τὸν νοῦν κατὰ φύσιν ἀλλογενὲς καὶ ἀλλόφυλον· ἅπερ, μὴ πολεμοῦντα τὸν νοῦν, πολεμεῖσθαι παντελῶς ὁ Θεὸς οὐ προσέταξεν.

Οὐ γὰρ τοῖς ἔξω περὶ τὴν αἴσθησιν πολεμεῖν ἐπετάγημεν κτίσμασιν, ἀλλὰ τοῖς ἐν ἡμῖν αὐτοῖς παρὰ φύσιν κατὰ τὴν γῆν τῆς καρδίας οἰκοῦσι τῆς ἀτιμίας ἀεὶ διαμάχεσθαι πάθεσιν ἐκελεύσθημεν, ἕως ἂν ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ αὐτῆς, καὶ κατάσχωμεν μόνοι τὴν γῆν, ἀσάλευτον μένουσαν τῇ ἀναιρέσει τῶν ἀλλοτρίων παθῶν. ∆ιὸ καὶ τετηρημένως, κατὰ μὲν τὸν τόπον τῆς εἰσφορᾶς τῶν δώρων τοῦ Θεοῦ καὶ τῶν δομάτων τοῦ βασιλέως, οὐχ ἁπλῶς ἡ Γραφὴ πάντες ἔφερον εἶπεν δῶρα τῷ Θεῷ καὶ δόματα τῷ βασιλεῖ ἀλλὰ πολλοί, τουτέστιν οὐ (14Β_382> πάντα τὰ ἔθνη, ἀλλὰ πολλὰ ἔθνη, δήλου ὄντος ἐντεῦθεν ὅτι εἰσὶ λεγόμενα ἔθνη, ἐξ ὧν οὐδὲν τῷ Θεῷ ἢ τῷ βασιλεῖ προσάγεται. Τὰ γὰρ συμπληροῦντα τὴν τῶν γεγονότων φύσιν κτίσματα μόνα φέρειν εἰκότως φησὶν τῷ τε Θεῷ δῶρα τοὺς ἐν αὐτοῖς θειοτέρους, καθ᾽ οὓς καὶ ἐκτίσθησαν, λόγους, ὡς ἐκ Θεοῦ γεγενημένα, καὶ δόματα τῷ βασιλεῖ τοὺς οἰκείους αὐτῶν καὶ κατὰ φύσιν δηλονότι νόμους, ὡς δι᾽ αὐτὸν ὑποστάντα, καθ᾽ οὓς ῥυθμιζόμενος ὁ ἀνθρώπινος νοῦς τοὺς συνεκτικοὺς τῆς ἀρετῆς συνίστησι τρόπους. Ἀλλ᾽ οὐχὶ τῶν ἐκ Θεοῦ μὴ γεγονότων ἐν ἡμῖν ἐθνῶν, λέγω δὲ τῶν παθῶν, παρυπόστασις προσφέρει Θεῷ ἢ ἀνθρώποις, διότι οὐκ ἐκ Θεοῦ γεγένηται. Ἐξ ἡμῶν γὰρ τῆς θείας παρακουσάντων ἐντολῆς, ἀλλ᾽ οὐκ ἐκ Θεοῦ τὰ πάθη τῆς ἀτιμίας ἔσχε τὴν γένεσιν· ἐξ ὧν οὐδεὶς οὐδαμῶς οὐδὲν προσφέρει Θεῷ, μὴ ἐχόντων τὸ σύνολον λόγον σοφίας ἢ γνώσεως, ἅτε τῇ τῆς σοφίας ἀποβολῇ καὶ τῆς γνώσεως παρυποστάντα.

Κατὰ δὲ τὸν τόπον τοῦ καὶ ἐπήρθη κατ᾽ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν Ἐζεκίας ὁ βασιλεύς, σεσημειωμένως εἴρηκεν πάντων τῶν ἐθνῶν τοῦ λόγου δηλοῦντος ὡς ὁ τὴν ἀπάθειαν καθάπερ Ἱερουσαλὴμ οἰκεῖν διὰ τῶν κατὰ τὴν πρᾶξιν πόνων λαχὼν καὶ πάσης τῆς καθ᾽ ἁμαρτίαν ἀπηλλαγμένος ὀχλήσεως καὶ μόνην εἰρήνην καὶ πράττων καὶ λαλῶν καὶ ἀκούων καὶ λογιζόμενος, μετὰ τὸ δέξασθαι διὰ τῆς φυσικῆς θεωρίας τὴν φύσιν τῶν ὁρατῶν, τοὺς ἐν αὐτῇ θειοτέρους, καθάπερ δῶρα, τῷ Κυρίῳ δι᾽ αὐτοῦ προσκομίζουσαν λόγους καὶ τοὺς ἐν αὐτῇ νόμους αὐτῷ καθάπερ βασιλεῖ δόματα φέρουσαν, κατ᾽ ὀφθαλμοὺς ἐπαίρεται πάντων τῶν ἐθνῶν, ὑπεράνω γινόμενος πάντων δηλονότι τῶν τε κατὰ τὴν σάρκα παθῶν διὰ τῆς πράξεως τῶν τε φυσικῶν σωμάτων καὶ τῶν ὑπὸ τὴν αἴσθησιν πάντων εἰδῶν διὰ τῆς θεωρίας, τοὺς ἐν αὐτοῖς πνευματικοὺς διαβὰς λόγους τε καὶ τρόπους. Οὕτως νενόηταί μοι καὶ τὸ ἔφερον πολλοί, ἀλλ᾽ οὐ πάντες, τουτέστι τὰ ἐκτὸς ἔθνη ἤγουν κτίσματα, ἀλλ᾽ οὐ τὰ (14Β_384> ἐντὸς ἐν ἡμῖν ἔθνη ἤγουν πάθη. Πάντα γὰρ τὰ συμπληροῦντα τὸν κόσμον κτίσματα Θεὸν ὑμνεῖ καὶ δοξάζει φωναῖς ἀλαλήτοις. Καὶ ὁ ἐκείνων ὕμνος ἡμέτερος γίνεται· δι᾽ ὧν ἐγὼ τὸ ὑμνεῖν λαμβάνω φησὶ Γρηγόριος, ὁ μέγας τῆς θεολογίας ἐπώνυμος.

Οὐκοῦν ἡ ἁγία Γραφή, καθὼς δέδεικται, πᾶσιν ἄνετον προθεῖσα τοῖς βουλομένοις σωθῆναι τὸ ἑαυτῆς βούλημα, ἑνὶ προσώπῳ παντελῶς ἑαυτὴν οὐ συνέκλεισεν. Ἕκαστος γὰρ δύναται Ἐζεκίας γενέσθαι, τὸν Ἐζεκίαν κατὰ Πνεῦμα