1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

94

κατορθωμάτων εὐγνωμόνως τὴν εὐχαριστίαν, ἀλλ᾽ ὑψώθη ἡ καρδία αὐτοῦ, μὴ διαδρὰς τὸ νόσημα τῆς ἐπ᾽ ἀρετῇ καὶ γνώσει φυσιούσης οἰήσεως.

Καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ. Ὀργὴ Θεοῦ ἐστι, κατὰ μίαν ἐπιβολήν, ἡ τῶν παιδαγωγουμένων ἐπίπονος αἴσθησις. Ἐπίπονος δὲ καθέστηκεν αἴσθησις ἡ τῶν ἀκουσίων πόνων ἐπαγωγή· δι᾽ ἧς τὸν ἐπ᾽ ἀρετῇ καὶ γνώσει φυσιούμενον νοῦν ὁ Θεὸς πολλάκις ἄγει πρὸς συστολὴν καὶ ταπείνωσιν, αὐτὸν ἑαυτοῦ γενέσθαι διδοὺς ἐπιγνώμονα καὶ τῆς οἰκείας ἀσθενείας συνίστορα· ἧς ἐπαισθόμενος, τὸ μάταιον οἴδημα τῆς καρδίας ἀποτίθεται. Φησὶ γάρ· μετὰ τὸ γενέσθαι τὴν ὀργήν, καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, καὶ οὐκ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου.

Ἢ πάλιν ὀργὴ Κυρίου ἐστὶν ἡ ἀνακωχὴ τῆς τῶν θείων χαρισμάτων χορηγίας, ἥτις συμφερόντως ἐπὶ πάντα γίνεται νοῦν ὑψηλὸν καὶ μετέωρον καὶ τοῖς δοθεῖσιν αὐτῷ θεόθεν καλοῖς ὡς ἐπ᾽ ἰδικοῖς κατορθώμασι μεγαλαυχούμενον. Ἄξιον δέ ἐστιν ἐπιστῆσαι καὶ ἰδεῖν τί δήποτε μὴ ἐπὶ μόνον τὸν Ἐζεκίαν ὑψωθέντα τὴν καρδίαν ἦλθεν ἡ ὀργή, ἀλλὰ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ. Τοῦτο μάλιστα πείσει τοὺς τῷ γράμματι μόνῳ τῆς Γραφῆς φιλοπόνως παρακαθημένους ὅτι χρὴ τοὺς φιλοθέους περὶ τὴν πνευματικὴν θεωρίαν τῶν γεγραμμένων τὴν πᾶσαν ποιεῖσθαι σπουδήν, εἴπερ ὁ τῆς ἀληθείας (14Β_394> λόγος αὐτοῖς πάντων ἐστὶ τιμιώτερος. Εἰ γὰρ μόνῳ τῷ γράμματι στοιχήσομεν, πολλήν, ὡς εἰκός, ἀδικίαν τῆς θείας καταψηφιζόμεθα κρίσεως, τῷ ἁμαρτήσαντι συγκολαζούσης ἀδίκως τοὺς μηδαμῶς ἁμαρτήσαντας. Καὶ πῶς ἀληθὴς ὁ φάσκων ἔσται λόγος οὐκ ἀποθανεῖται πατὴρ ὑπὲρ υἱοῦ, οὔτε υἱὸς ὑπὲρ πατρός, ἕκαστος ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται, καὶ σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, πρὸς τὸν Θεὸν παρὰ τοῦ ∆αβὶδ λεγόμενον;

Καὶ ὑψώθη, φησίν, ἡ καρδία Ἐζεκίου. Καὶ οὐκ ἐπήγαγε καὶ ἡ καρδία τῶν οἰκούντων Ἱερουσαλὴμ καὶ Ἰουδαίαν. Πῶς οὖν συνεκόλασε τῷ αἰτίῳ τοὺς ἀναιτίους κατ᾽ αὐτοὺς ἐκείνους συνιδεῖν οὐκ ἔχω. Λέγει γάρ· Καὶ ὑψώθη ἡ καρδία Ἐζεκίου· καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ, περὶ ὧν οὐ γέγραφεν ὁ λόγος ὅτι ὑψώθησαν. Οὐκοῦν ἐπειδὴ ἀμήχανος ἡ λύσις τῶν ἀπορουμένων τοῖς προεστηκόσι τοῦ γράμματος καὶ τὸ ῥητὸν τῆς διανοίας προκρίνουσιν, ἐπὶ τὴν πνευματικὴν τῶν γεγραμμένων κατανόησιν ἔλθωμεν καὶ εὑρήσομεν ἀκμητὶ τὴν τῷ γράμματι κεκαλυμμένην ἀλήθειαν, φωτὸς δίκην τοῖς φιλαληθέσι προλάμπουσαν.

Πᾶς τοιγαροῦν γνωστικὸς καὶ φιλόσοφος νοῦς καὶ τὸν Ἰούδαν ἔχει καὶ τὴν Ἱερουσαλήμ· τὸν μὲν Ἰούδαν, εἰς τὸν κατ᾽ ἐξομολόγησιν τρόπον πνευματικῶς λαμβανόμενον ἤγουν τὴν ἕξιν τῆς μετανοίας μετὰ τῶν αὐτῆς συνεκτικῶν λογισμῶν τῇ προκοπῇ τῆς κατὰ νοῦν ἀναβάσεως πρακτικῶς συναυξάνουσανἐξομολόγησις γὰρ Ἰούδας ἑρμηνεύεται, τὴν δὲ Ἱερουσαλήμ, εἰς τὴν εἰρηνικὴν τῆς ἀπαθείας ἕξιν μετὰ τῶν συμπληρούντων αὐτὴν θείων θεωρημάτων ἀλληγορικῶς νοουμένην· καὶ συντόμως εἰπεῖν, τὴν μὲν Ἰουδαίαν ὡς πρακτικὴν ἔχει φιλοσοφίαν, τὴν δὲ Ἱερουσαλὴμ ὡς θεωρητικὴν (14Β_396> μυσταγωγίαν. Ὁπηνίκα γοῦν διὰ τῆς θείας χάριτος ὁ φιλόθεος νοῦς, κατά τε τὴν πρακτικὴν καὶ τὴν θεωρητικὴν φιλοσοφίαν πᾶσαν ἀντικειμένην ἀρετῇ τε καὶ γνώσει διακρουσάμενος δύναμιν, τελείως τὸ κατὰ τῶν πνευμάτων τῆς πονηρίας ἀναδήσεται κράτος καὶ μὴ τὴν δέουσαν εὐχαριστίαν ἀνάθηται τῷ αἰτίῳ τῆς νίκης Θεῷ, ἀλλ᾽ ὑψωθῇ τὴν καρδίαν, ἑαυτὸν τοῦ παντὸς κατορθώματος ἡγησάμενος αἴτιον, τηνικαῦτα, ὡς μὴ ἀνταποδοὺς τῷ Θεῷ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ, δέχεται οὐ μόνον αὐτὸς γινομένην ἐπ᾽ αὐτὸν τὴν ὀργὴν τῆς ἐγκαταλείψεως, ἀλλὰ καὶ Ἰούδας καὶ Ἱερουσαλήμ, τουτέστιν ἡ τῆς πράξεως ἕξις καὶ τῆς θεωρίας, παθῶν ἀτιμίας εὐθέως, συγχωρήσει Θεοῦ,