1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

98

Χριστός, ὡς κεφαλὴ τοῦ παντὸς σώματος, Ἐξουδένωσις γὰρ ἑρμηνευόμενον δηλοῖ τοῦ ∆αβὶδ τὸ ὄνομα, ὅς ἐστιν ὁ τοῦ Θεοῦ Λόγος καὶ Υἱός, ὁ δι᾽ ἐμὲ τὴν δουλικὴν μορφὴν ὑποδὺς καὶ γενόμενος ὄνειδος ἀνθρώπων ἀπιστούντων τῇ ἀληθείᾳ καὶ ἐξουδένωμα λαοῦ πλήρους ἁμαρτιῶν, ὁ ποιμὴν ὁ καλὸς ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ ἡμῶν τῶν προβάτων, ὁ ἀποκτείνας τὸν λέοντα καὶ τὴν ἄρκον, τὸν θυμὸν λέγω καὶ τὴν ἐπιθυμίαν ἐξηλώσας τῆς φύσεως, τὰ σπαράττοντα τῆς ἐν ἡμῖν κατὰ τὸν λόγον θείας εἰκόνος τὴν μορφήν, ὁ πυρράκης, διὰ τὸ πάθημα τοῦ θανάτου, μετὰ κάλλους ὀφθαλμῶν, τουτέστι μετὰ δόξης τῶν κατὰ πρόνοιαν καὶ κρίσιν ὑψηλοτέρων λόγωνὀφθαλμοὶ γὰρ τοῦ Λόγου ἡ κρίσις ἂν εἴη καὶ ἡ πρόνοια, δι᾽ ὧν καὶ πάσχων ὑπὲρ ἡμῶν ποιεῖται τοῦ παντὸς τὴν ἐπισκοπήν, ὁ τοῦ νοητοῦ Γολιὰθ καὶ ὑπερηφάνου, φημὶ δὲ τοῦ διαβόλου, σφαγεύς, τοῦ πεντάπηχυν ἔχοντος τὴν ἡλικίαν διὰ (14Β_410> τὴν ἐμπάθειαν τῆς ἐν ἡμῖν πενταπλῆς αἰσθήσεωςἐπὶ τοσοῦτον γὰρ ἔχει τὸ μέγεθος τῆς κατὰ κακίαν ἡλικίας ὑψούμενον ὁ διάβολος, ἐφ᾽ ὅσον τοῖς αἰσθητοῖς ἐμπαθῶς ἐν ἡμῖν ἡ τῆς αἰσθήσεως ἐπεκτείνεται δύναμις, ὁ βασιλεὺς τοῦ ἀληθινοῦ Ἰσραὴλ καὶ ὁρῶντος Θεόν, κἂν Σαούλ, ὁ παλαιὸς κατὰ τὸν νόμον λαός, μαίνεται φθόνῳ διὰ τὴν ἀπιστίαν τηκόμενοςοὐ φέρει γὰρ τῆς προσκαίρου δόξης τὴν στέρησιν , οὖ ἀφαιρεῖται τὸ δόρυ καὶ τοῦ ὕδατος τὸν φακὸν ∆αβὶδ ὁ ἐμὸς βασιλεὺς καὶ διωκόμενος, τουτέστι τὸ κράτος τῆς πρακτικῆς ἀρετῆς καὶ τὴν χάριν τῆς γνωστικῆς θεωρίας (κἂν πάλιν ταῦτα κιχρῶν δίδωσι τοῖς πρὸς αὐτὸν κατὰ τὴν πίστιν διαβαίνουσι διὰ τοὺς ἐξ Ἰουδαίων μέλλοντας κληρονομεῖν σωτηρίαν, δεχομένους τῆς βασιλείας τὸ κήρυγμα), οὗπερ πάλιν ἐν τῷ σπηλαίῳ πρὸς τὴν τῶν περιττωμάτων ἀποβολὴν καθημένου τὸ τῆς διπλοΐδος ἀφαιρεῖται πτερύγιον, τουτέστι τὸ ὕψος τῆς κατὰ τὴν ἠθικὴν φιλοσοφίαν εὐσχημοσύνης ἢ τὸ ἐν νοήμασιν ὑψηλὸν τῆς τῶν νομικῶν συμβόλων καὶ αἰνιγμάτων περιβολῆς, οὐκ ἄξιον οὔτε μὴν δίκαιον κρίνας εἰς φθορὰν τῇ ἀποχρήσει τὸν ὡς ἐν σπηλαίῳ τῷ αἰῶνι τούτῳ ἢ τῷ σκοτεινῷ τοῦ νόμου γράμματι καθήμενον λαὸν τῶν Ἰουδαίων, τὸν γήϊνον ὄντως καὶ φιλοσώματον καὶ τῇ φθορᾷ τῶν παρερχομένων περιγράφοντα τὰς θείας τῶν ἀφθάρτων ἐπαγγελίας, ἔχειν τῆς μυστικῆς τῶν νομικῶν διαταγμάτων, καθάπερ διπλοΐδος πτερύγιον, τὴν νοουμένην εὐπρέπειαν.

Οὗτός ἐστι ∆αβὶδ ὁ νοητός, ὁ ἀληθινὸς ποιμὴν καὶ βασιλεὺς καὶ τῶν ἀντικειμένων ἀναιρέτης δυνάμεων, ποιμὴν μὲν τῶν ἔτι τὴν πρακτικὴν μετερχομένων φιλοσοφίαν καὶ πόας δίκην νεμομένων τὴν φυσικὴν θεωρίαν, βασιλεὺς δὲ τῶν νόμοις καὶ λόγοις πνευματικοῖς ἀνακαινισάντων πρὸς τὸ ἀρχέτυπον τῆς δοθείσης εἰκόνος τὸ κάλλος καὶ αὐτῷ τῷ μεγάλῳ βασιλεῖ (14Β_412> τῶν αἰώνων ἀμέσως κατὰ νοῦν παρισταμένων καὶ τὸ ἀπρόσιτον κάλλος, ὡς θέμις εἰπεῖν, ἐσοπτριζομένων.

Υἱοὶ μὲν οὖν τούτου τοῦ ∆αβὶδ τυγχάνουσι πάντες οἱ ἀπὸ τοῦ αἰῶνος ἅγιοι, ἐξ αὐτοῦ γεννηθέντες ἐν Πνεύματι. Τάφοι δὲ τούτων τῶν υἱῶν εἰσιν αἱ μνῆμαι τῆς κατὰ Θεὸν αὐτῶν ἐπὶ γῆς πολιτείας. Ἀνάβασις δὲ τούτων τῶν τάφων ἐστὶ τὸ ὕψος τῆς αὐτῶν περὶ Θεὸν γνώσεως καὶ ἀγάπης, ἔνθα πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ θάπτουσι, ἐνιδρύοντες ἐν τῷ κατ᾽ ἀξίαν τόπῳ τῆς μακαρίας μονῆς οἵ τε κατὰ πρᾶξιν τρόποι καὶ οἱ τὴν ἀληθῆ θεωρίαν οἰκοῦντες λόγοι τῆς γνώσεως, τὸν τοῖς οὖσιν ἅπασιν ἐπαινετῶς ἀποθανόντα νοῦν, τοῖς μὲν αἰσθητοῖς τῇ ἀποθέσει τῆς κατ᾽ αἴσθησιν ἐνεργείας, τοῖς δὲ νοητοῖς τῇ τῆς νοερᾶς ἀποπαύσει κινήσεως.

Τὸν τοίνυν Ἐζεκίαν, κράτος Θεοῦ ἑρμηνευόμενον, ὡς νοῦν κραταιὸν περὶ πρᾶξιν καὶ περὶ γνῶσιν λαμπρότατον, θάπτουσιν ἀποθανόντα, τουτέστι πάντων τῶν ὄντων κατὰ τὴν γνώμην ἀπογενόμενον καὶ πρὸς τὸν ὑπὲρ τὰ ὄντα γενόμενον, πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, ἡ κατ᾽ ἀρετὴν πρᾶξις αὐτοῦ δηλονότι καὶ ἡ κατὰ τὴν γνῶσιν ἀληθὴς θεωρία, ἐν ἀναβάσει τάφων υἱῶν ∆αβίδ, ἐν τῷ ὕψει λέγω