1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

67

ἄγνοιαν. Ἀμιγὴς γὰρ τῶν ἀντικειμένων ἡ γνῶσις καὶ παντάπασιν ἀσυνύπαρκτος, ἐπείπερ ἡ τοῦδε γνῶσις τὴν θατέρου τῶν ἀντικειμένων συνίστησιν ἄγνοιαν, ὥσπερ οὔτε ὀφθαλμὸς τοῦ ἄνω τε ὁμοῦ καὶ τοῦ κάτω, καὶ τῶν ἐφ᾽ ἑκάτερα κατὰ ταὐτόν, χωρὶς τῆς πρὸς θάτερον ἰδιαζούσης ἐπιστροφῆς καὶ τῶν ἄλλων πάντῃ κεχωρισμένης, ἀντιλαμβάνεσθαι.

Τὸ τοίνυν πάθος τοῦ Ἀδὰμ οἰκειούμενον ἡ Γραφὴ τὸν Θεὸν παραδείκνυσιν ἢ τὸν Ἀδὰμ ἐπὶ τῇ συμβουλῇ τοῦ ὄφεως διελέγχει, πρὸς συναίσθησιν ἄγουσα τῶν ἐκ τῆς ἀπάτης ἐπιτριβέντων αὐτῷ περὶ πολυθεΐας ὕθλων. Καὶ εἰ μὲν οὕτως ἔχει καλῶς, ἅλις τῶν ζητημάτων. Ἐπείτοι γε αὐτὸς παρ᾽ ἑαυτοῦ τὸ μεῖζον ἐξευρίσκων, μετάδος κἀμοὶ τῆς χορηγουμένης σοι περὶ τῶν ὄντων θεόθεν χάριτος.

Τὸ δὲ καὶ νῦν μήπως ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ ζήσεται εἰς τὸν αἰῶνα τὴν κατὰ τὴν πρᾶξιν, ὡς οἶμαι, τῶν ἀμίκτων προνοητικῶς ποιεῖται διαίρεσιν, ἵνα μὴ ἀθάνατον γένηται τὸ κακόν, τῇ μετοχῇ τοῦ καλοῦ συντηρούμενον. Ἄμικτον γὰρ εἶναι βούλεται περὶ τὸν αὐτὸν ἄνθρωπον κατὰ τὴν σχέσιν τῶν ἀντικειμένων τὴν γνῶσιν ὁ ποιήσας τὸν ἄνθρωπον.

ΣΧΟΛΙΑ 1. Ὅτι πρός ἥν ἔσχεν περί θεότητος ἔννοιαν ὑπό τοῦ διαβόλου διδαχθείς ὁ Ἀδάμ,

διαλέγεται πρός αὐτόν ὁ Θεός. 2. Ὁ τό ψεῦδος ἀγαπῶν, αὐτῷ παραδίδοται πρός ἀπώλειαν, (14Β_284> ἵνα

γνῷ πάσχων, ὅπερ ἐκών περιεῖπεν, καί μάθῃ κατά τήν πεῖραν γενόμενος, ὡς ἐλάνθανεν ἀντί ζωῆς περιπτυσσόμενος θάνατον.

3. Ὅτι μόνον ἔχει τοῦ καλοῦ τήν γνῶσιν ὁ Θεός, ὡς καί τοῦ καλοῦ φύσις τε καί γνῶσις ὑπάρχων· τοῦ δέ κακοῦ τήν ἄγνοιαν, ὡς τήν αὐτοῦ ἔχων ἀδυναμίαν. Ὧν γάρ ἔχει τήν δύναμιν φυσικῶς, τούτων οὐσιωδῶς κέκτηται γνῶσιν.

4. Ὅτι κατά πάθος παρά φύσιν ἐπισυμβαῖνον, ἀλλ᾿ οὐ κατά δύναμιν φυσικήν τοῖς λογικοῖς ἐνθεωρεῖται κακία.

5. Ἀνὰ μέρος, φησίν, ἡ τῶν ἀντικειμένων ἐν τοῖς δεκτικοῖς θεωρεῖσθαι πέφυκε ὕπαρξις.

6. Ὁ πείσας τό συνειδός ὡς φύσει καλόν πραττόμενον ἔχειν τό κάκιστον, οὗτος χειρός δίκην τῆς ψυχῆς ἐκτείνας τό πρακτικόν, ἔλαβεν ψεκτῶς τοῦ ξύλου τῆς ζωῆς, ἀθάνατον ἡγησάμενος φύσει τό κάκιστον. ∆ιόπερ τήν κατά τό συνειδός τοῦ κακοῦ διαβολήν τῷ ἀνθρώπῳ φυσικῶς ἐνθέμενος ὁ Θεός, διέκρινεν αὐτόν τῆς ζωῆς κακόν τῇ προαιρέσει γενόμενον· ἵνα μή, τό κακόν πράττων, δύνηται πεῖσαι τήν ἰδίαν συνείδησιν, ὅτι φύσει καλόν ὑπάρχει τό κάκιστον.

ΜΕ (45). ΠΕΡΙ ΤΟΥ ΣΤΗΘΥΝΙΟΥ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΒΡΑΧΙΟΝΟΣ ΤΟΥ

ΑΦΑΙΡΕΜΑΤΟΣ. 45. ΕΡΩΤΗΣΙΣ ΜΕ' Τί σημαίνει τὸ ἐν τῷ Λευϊτικῷ στηθύνιον τοῦ ἐπιθέματος καὶ ὁ βραχίων τοῦ

ἀφαιρέματος, εἰς τιμὴν Θεοῦ τοῖς ἱερεῦσιν ἀφιερούμενον; Ἀπόκρισις. Οἶμαι τὴν ἀμείνω καὶ ὑψηλὴν θεωρίαν δηλοῦσθαι διὰ τοῦ (14Β_286>

στηθυνίου, καὶ τὴν πρᾶξιν διὰ τοῦ βραχίονος, ἤγουν τοῦ διανοητικοῦ τὴν ἕξιν καὶ τὴν ἐνέργειαν, ἢ τὴν γνῶσιν καὶ τὴν ἀρετήν, ὡς τῆς μὲν γνώσεως αὐτῷ προσαγούσης ἀμέσως τὸν νοῦν τῷ Θεῷ, τῆς ἀρετῆς δὲ κατὰ τὴν πρᾶξιν πάσης αὐτὸν ἀφαιρουμένης τῆς τῶν ὄντων γενέσεως· ἅπερ ἱερεῦσιν ἀφώρισεν ὁ λόγος, τοῖς μόνον τὸν Θεὸν διὰ πάντων κτησαμένοις κληρονομίαν, καὶ μηδὲν τὸ σύνολον κεκτημένοις ἐπίγειον.