1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

84

ψυχήν τόν διάβολον· τῷ δέ κατά τήν χρείαν τρόπῳ τῆς χρήσεως, δι᾿ ἑαυτῶν εἰς τήν ἑαυτοῦ γῆν αὐτόν ὑποστρέφοντα. Γῆ δέ τούτου ἐστίν, ἡ παγία τῆς κακίας ἕξις καί σύγχυσις, εἰς ἥν ἀεί βέβηκε, καί πρός ἥν ἄγει τοῦ ἡττημένους τῇ φιλίᾳ τῶν ὑλικῶν.

16. Ὁ πρός τήν ἀρετήν μετενέγκας τούς λογισμούς, ἀνέπαυσεν αὐτούς, μακράν ποιήσας τῆς τῶν παθῶν ἀστάτου συγχύσεως.

17. Νοῦς ἑαυτῷ κατά φύσιν, διά μέσου λόγου συνάψας τήν αἴσθησιν, τήν ἐκ τῆς φυσικῆς θεωρίας ἀληθῆ συλλέγεται γνῶσιν, ἥτις ποταμός ἐκλήθη τήν ψυχήν διορίζων διά τήν (14Β_352> ἐπ᾿ αἰσθήσεσι διάνοιαν.

18. Παράκειται τῇ γνώμῃ φυσικῶς ἡ κατ' ἐπιτηδειότητα δύναμις ἐπίκειται δὲ ἡ ἕξις τῇ γὰρ ἐπιτηδειότητι ἐπιγίνεταισύγκειται δὲ ἡ ἐνέργεια διαπαντὸς τῇ ἕξει, κἄν προχείρως ἀεὶ μὴ δείκνυται διὰ τὴν τῶν ὑλῶν πολλάκις ἀπορίαν.

19. Ἀριθμοῦ συνάφειαν λέγει, τήν τῶν ἁπλῶν ἀριθμῶν τῶν ἐντός δεκάδος ἐκφώνησιν, τῷ, καί, συνδέσμῳ διακρινομένην· οἷον ἕξ καί πέντε· καί δηλοῖ, εἴτ᾿ ἐπί κακῷ κεῖται τῇ Γραφῇ, εἴτ᾿ ἐπί καλῷ, τήν δυνάμει ποιητικήν ἐπιτηδειότητα τῆς ἀρετῆς ἤ τῆς κακίας.

Ἀριθμοῦ δέ πρόσθεσιν λέγει, τήν τῷ πολυπλασιασθέντι εἰς ἑαυτόν ἀριθμῷ γενομένην τοῦ ἐκ μονάδων ἁπλοῦ ἀριθμοῦ προσθήκην, τῷ, καί, συνδέσμῳ διακρινομένην, οἷον ἑξήκοντα καί πέντε, ἤ ἑκατόν εἴκοσι καί πέντε ἤ ἑκατόν ὀγδοήκοντα καί πέντε, καθώς ὁ παρών ἔχει ἀριθμός. Καί δηλοῖ, οὐ μόνον τήν ἐπ᾿ αἰσθήσεσιν ἐπιτηδειότητι ποίησιν, ἀλλά καί τήν ἐπ᾿ αἰσθήσεσι ποιητικήν ἕξιν τῆς ἀρετῆς ἤ τῆς κακίας.

Ἀριθμοῦ δέ σύνθεσιν λέγει, τήν τῶν ἐξ ἑαυτῶν εἰς ἑαυτούς πολυπλασιασθέντων ἀριθμῶν εἰς ἀλλήλους σύνοδον, τῷ, καί, συνδέσμῳ διακρινομένην· οἷον ξ΄ (60) καί ν΄ (50), ἤ χ΄ (600) καί φ΄ (500), καί τούς τοιούτους· καί δῆλοι οὐ μόνον τήν κατ᾿ ἐπιτηδειότητα δυνάμει ποίησιν καί τήν ἕξιν, ἀλλά καί τήν ἐπ᾿ αἰσθήσεσι κατά τήν ἕξιν ἐνέργειαν τῆς ἀρετῆς ἤ τῆς κακίας.

Ὁ τοίνυν γινώσκων ἑκάστου τῶν ἐντός δεκάδος ἀριθμοῦ τήν δύναμιν· ὡς ἡ μονάς δηλοῖ τό ἀμιγές· ἡ δέ δυάς, τό διάφορον· ὁ δέ τρεῖς, ἔστιν ἴσός τε καί νοητός· ὁ δέ τέσσαρα, αἰσθητός· ὁ δέ πέντε, αἰσθητικός τε καί κυκλικός· ὁ δέ ἕξ, δραστικός τε καί τέλειος· ὁ δέ ἑπτά, περιφερής τε καί ἀμιγής· ὁ δέ ὀκτώ, βάσιμος καί ἀκίνητος· ὁ δέ ἐννέα, μεταίχμιος ὕλης καί εἴδους, ἤγουν αἰσθητῶν καί αἰσθήσεως· ὁ δέ (14Β_354> δέκα, πληρέστατος· εἴσεται τί σημαίνει κατά τήν Γραφήν ἕκαστος ἀριθμός, εἴτε κατά συνάφειάν ἐστιν, εἴτε κατά πρόσθεσιν, εἴτε κατά σύνθεσιν.

20. Κάϊν ἐστίν ὁ νόμος τῆς σαρκός, ὅν πρῶτον γεννᾷ παραβάς τήν θείαν ἐντολήν ὁ Ἀδάμ. Ἄβελ δέ ἐστι τό φρόνημα τοῦ πνεύματος, ὅν ὕστερον γεννᾷ μέν διά μετανοίας ὁ αὐτός, ἀποκτείνει δέ πρό τῆς τελείας ἕξεως τοῖς φυσικοῖς ἐμβαντεύοντα θεάμασιν ὁ Κάϊν· ὅν ἀποκτείνας, ἑπτά παρέλυσεν ἐκδικούμενα, φησίν ὁ Θεός. Τοῦτον πνεῦμα πονηρόν ἐν τοῖς Εὐαγγελίοις ὁ αὐτός προσηγόρευσε, καί τῶν αὐτοῦ πονηροτέρων ἑπτά πνευμάτων συμπαραληπτικόν. Τοῦτο δέ τυχόν ἐστιν ὁ φίλαυτος, ἤγουν γαστρίμαργος λογισμός, ᾧ παρέπεται πάντως ὁ τῆς πορνείας λογισμός, καί ὁ τῆς φιλαργυρίας, καί ὁ τῆς λύπης, καί ὁ τῆς ὀργῆς, καί ὁ τῆς ἀκηδίας, καί ὁ τῆς κενοδοξίας καί ὁ τῆς ὑπερηφανίας. Ὁ γοῦν ἀποκτείνας κατά τήν θείαν ψῆφον τόν Κάϊν, τουτέστι τήν γαστριμαργίαν, συναπέκτεινεν αὐτῇ καί τά δι' αὐτήν παρυφιστάμενα πάθη, κατά τό, Ὁ ἀποκτείνας Κάϊν, ἑπτά ἐκδικούμενα παραλύσει.

21. Ὅτι ὁ πρός γένεσιν καί φθοράν τοῦ σώματος, φησίν, νόμος, ὕστερον ἐπεβλήθη τῇ φύσει τῶν ἀνθρώπων, καθ᾿ ὅν γεννῶμεν καί γεννώμεθα, διά τήν παράβασιν, μή φυλάξαντες τόν κατά τήν πρώτην ἐντολήν θεοποιόν νόμον τοῦ Πνεύματος.