1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

27

ἐπανιών, εἶδε συκῆν ἐν τῇ ὁδῷ φύλλα μόνον ἔχουσαν, τὴν ἐν σκιαῖς ὑπάρχουσαν καὶ τύποις, σωματικὴν δηλαδὴ τοῦ νόμου λατρείαν κατὰ τὴν ἄστατον καὶ παροδικήν, ὡς ἐν ὁδῷ κειμένην, παράδοσιν, καὶ μόνων οὖσαν τῶν παρερχομένων τύπων τε καὶ θεσμῶν· ἣν θεασάμενος ὁ Λόγος κομψῶς τε καὶ ἀμφιλαφῶς, καθάπερ συκῆν, τοῖς ἐκτός, ὥσπερ φύλλοις, περιβλήμασι τῶν σωματικῶν τοῦ νόμου παρατηρημάτων κεκοσμημένην, καὶ μὴ εὑρηκὼς καρπόν, δηληνότι δικαιοσύνης, ὡς λόγον μὴ τρέφουσαν κατηράσατο, μᾶλλον δὲ προσέταξε μηκέτι τοῖς κατὰ νόμον τύποις δυναστευομένην καλύπτεσθαι τὴν ἀλήθειαν· ὃ δὴ προβὰν ἐδείχθη διὰ τῶν ἔργων, καταξηρανθείσης παντελῶς τῆς ἐν μόνοις σχήμασιν ἐχούσης τὸ εἶναι νομικῆς ὡραιότητος καὶ τοῦ ἐπ᾽ αὐτῇ τύφου τῶν Ἰουδαίων ἀποσβεσθέντος. Οὐ γὰρ ἦν εὔλογον οὔτε μὴν εὔκαιρον, τῆς ἀληθείας τῶν τῆς δικαιοσύνης καρπῶν ἐμφανῶς δειχθείσης, ἀπατωμένην παραπείθεσθαι φύλλοις τὴν ὄρεξιν τῶν τὴν παροῦσαν ζωὴν ὡς ὁδὸν παρατρεχόντων, ἀφέντων τοῦ Λόγου τὴν ἐδώδιμον εὐκαρπίαν. ∆ιό φησιν οὐκ ἦν ὁ καιρὸς σύκων· ὁ χρόνος δηλαδὴ καθ᾽ ὃν ἐκράτει τῆς ἀνθρωπίνης φύσεως ὁ νόμος, οὐκ ἦν δικαιοσύνης καρπῶν, ἀλλ᾽ εἰκονιστικὸς τῶν ἐν δικαιοσύνῃ καρπῶν καὶ οἷον τῆς μελλούσης πάντων σωστικῆς θείας καὶ ἀπορρήτου χάριτος μηνυτικός· εἰς ἣν μὴ φθάσας ὁ 14Β_120 παλαιὸς διὰ τῆς ἀπιστίας ἀπώλετο λαός. Ἰσραὴλ γάρ, φησὶν ὁ θεῖος ἀπόστολος, διώκων νόμον δικαιοσύνης, τὸν ἐν σκιᾷ δηλονότι καὶ τύποις, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε, τὸν ἐν Πνεύματι κατὰ Χριστὸν δηλαδὴ τελειούμενον.

Ἢ πάλιν, ἐπειδὴ τῶν ἱερέων καὶ γραμματέων καὶ νομικῶν καὶ Φαρισαίων ἡ πληθύς, τὴν κενὴν νοσήσασα δόξαν διὰ τῆς τῶν εὐλαβῶς δῆθεν πεπλασμένων ἠθῶν ἐπιδείξεως, τῷ δοκεῖν μετιέναι δικαιοσύνην τὸν ἐκ τῆς οἰήσεως διέτρεφε τῦφον, συκῆν ἄκαρπον μόνοις κομῶσαν τοῖς φύλλοις εἶναί φησι τῶν εἰρημένων τὴν οἴησιν ὁ λόγος· ἣν ὁ τῆς σωτηρίας ὀρεγόμενος πάντων ἀνθρώπων καὶ πεινῶν αὐτῶν τὴν ἐκθέωσιν ὡς ἄκαρπον καταρώμενος ἀποξηραίνει, ὅπως, τοῦ δοκεῖν εἶναι δίκαιοι τὸ εἶναι μᾶλλον προκρίναντες, τὸν μὲν καθ᾽ ὑπόκρισιν τῆς ἠθικῆς ἐπιδείξεως ἐκδυσάμενοι χιτῶνα, τὸν ἐνάρετον δέ, καθὼς ὁ θεῖος βούλεται Λόγος, ἀνοθεύτως μετελθόντες, εὐσεβῶς τὴν ζωὴν διενέγκωσι, Θεῷ μᾶλλον τῆς ψυχῆς τὴν διάθεσιν ἢ τοῖς ἀνθρώποις τὸν ἐκτὸς ἐπιδεικνύμενοι περὶ τὰ ἤθη σχηματισμόν.

Εἰ δὲ καὶ τῶν Χριστιανῶν ἐσμεν τοιοῦτοί τινες, τὴν εὐλάβειαν διὰ τῶν τρόπων σχηματιζόμενοι δίχα τῆς ἐπ᾽ ἔργοις δικαιοσύνης, ἐκδεξώμεθα τὸν Λόγον, ὡς φιλάνθρωπον ἡμῶν πεινῶντα τὴν σωτηρίαν, ἀποξηραίνοντα τῆς ψυχῆς τὸ τῆς κακίας σπέρμα, τὴν οἴησιν, μηκέτι φθορᾶς καρπὸν φέρουσαν τὴν ἀνθρωπαρεσκίαν.

Ἔχετε, κατὰ τὴν ἐμὴν πενιχρὰν δύναμιν, τοῦ λόγου τὴν δύναμιν, κατὰ τὴν ἐκδοθεῖσαν ἀφήγησιν καλῶς πεινῶντα τὸν Κύριον χρησίμως τε τὴν συκῆν καταρώμενον καὶ εὐκαίρως ξηραίνοντα δείξασαν, ὡς ἐμποδιστικὴν τῆς ἀληθείας, εἴτε τὴν παλαιὰν κατὰ τὸν νόμον τῶν σωματικῶν τύπων παράδοσιν, εἴτε τὴν τῶν Φαρισαίων καὶ ἡμῶν ἐπὶ τοῖς ἤθεσιν οἴησιν.

ΚΑ (21). ΠΕΡΙ ΤΟΥ "ΑΠΕΚ∆ΥΣΑΜΕΝΟΣ ΤΑΣ ΑΡΧΑΣ ΚΑΙ ΤΑΣ ΕΞΟΥΣΙΑΣ". 21. ΕΡΩΤΗΣΙΣ ΚΑ' Τί ἐστιν ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τὰ ἑξῆς; Πῶς δὲ καὶ

ἦν αὐτὰς ὅλως ἐνδυσάμενος, ἁμαρτίας χωρὶς γεγενημένος; Ἀπόκρισις. Ὁ κατὰ πάντα τρόπον ὁμοίως ἡμῖν, δίχα μόνης ἁμαρτίας, ἀτρέπτως ὑποδὺς

τὴν ἡμετέραν φύσιν θεαρχικὸς Λόγος, τέλειος γενόμενος ἄνθρωπος, τὸν πρῶτον Ἀδὰμ εἶχε τοῖς κατὰ τὴν γένεσίν τε καὶ γέννησιν τρόποις φαινόμενον. Οἷον, ὁ