1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

96

Οὐκοῦν ἐπειδὴ τὸν Ἐζεκίαν εἰς τὸν φιλόσοφον ἐλάβομεν νοῦν, τὴν δὲ Ἰουδαίαν εἰς τὴν πρᾶξιν, τὴν δὲ Ἱερουσαλὴμ εἰς τὴν θεωρίαν, ὅταν τι καθ᾽ οἱονδήποτε τρόπον τὸν νοῦν πεπονθέναι νοήσωμεν, τῷ τοιούτῳ νοῖ τήν τε πρακτικὴν αὐτοῦ καὶ τὴν θεωρητικὴν δύναμιν κατὰ τοὺς συνεκτικοὺς αὐτῶν λόγους συμπεπονθέναι πάντως πιστεύσομεν· οὐ γάρ ἐστι δυνατὸν παθεῖν τὸ ὑποκείμενον, τῶν ἐν ὑποκειμένῳ μὴ συμπασχόντων.

Καλῶς οὖν τῷ ῥητῷ τῆς Γραφῆς συμφέρεται τῆς θεωρίας ὁ λόγος, μὴ φέρων διαβολὴν τῇ θείᾳ ψήφῳ τῶν κριμάτων, μηδὲ ἄλλης ἀνατροπὴν ποιούμενος ἐντολῆς. Μόνος γὰρ κατὰ τὴν ἀποδοθεῖσαν τοῦ λόγου θεωρίαν Ἐζεκίας, τουτέστιν ὁ νοῦς, ὑψοῦται μεγαλοφρονῶν ἐπὶ τοῖς κατορθώμασι, μὴ συνυψουμένων αὐτῷ τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλήμ, ἤγουν πράξεως καὶ θεωρίας, ὅτι μηδὲ πεφύκασι τοῦτο πάσχειν, καθ᾽ ἑαυτὰς ὑποστατικῶς μὴ θεωρούμεναι. Καὶ ἐπὶ μόνον τὸν Ἐζεκίαν, τουτέστι τὸν νοῦν, οὐ γίνεται ὀργή, ἀλλὰ καὶ ἐπὶ Ἰούδαν καὶ Ἱερουσαλήμ. Ἡ γὰρ πρᾶξις καὶ ἡ θεωρία τῷ νῷ κατά τι μολυνομένῳ πάντως συγχραίνονται, καὶ μὴ οὖσαι τῆς πρὸς ὀργὴν αἰτίας συμμέτοχοι.

Γενώμεθα τοίνυν καὶ ἡμεῖς τῆς τῶν γεγραμμένων ἐννοίας. (14Β_402> Κἂν γὰρ ἐκείνοις συνέβη τυπικῶς κατὰ τὴν ἱστορίαν, ἀλλὰ δι᾽ ἡμᾶς ἐγράφη πρὸς νουθεσίαν πνευματικήν, οἷς διαπαντὸς συμβαίνει τὰ γεγραμμένα, νοητῶς τῆς ἀντικειμένης καθ᾽ ἡμῶν ἀεὶ παραταττομένης δυνάμεως, ἵνα πᾶσαν, εἰ δυνατόν, πρὸς τὸν νοῦν τὴν Γραφὴν μεταβιβάσαντες, αὐτὸν μὲν φωτίσωμεν τοῖς θείοις νοήμασι, τὸ δὲ σῶμα τοῖς τῶν νοηθέντων θειοτέρων λόγων τρόποις φαιδρύνωμεν, ἀρετῆς αὐτὸ ποιοῦντες λογικὸν ἐγραστήριον τῇ ἀποβολῇ τῶν ἐμφύτων παθῶν.

Πᾶς οὖν θεοφιλὴς καὶ ἐνάρετος ἄνθρωπος, κατὰ τὸν Ἐζεκίαν γνωστικῶς τὸ κατὰ δαιμόνων διαζωσάμενος κράτος, εἰ γένηταί τις αὐτῷ προσβολὴ πνευμάτων πονηρῶν ἀοράτως κατὰ νοῦν πρὸς αὐτὸν συμπλεκόντων τὸν πόλεμον, καὶ διὰ προσευχῆς δέξηται θεόθεν αὐτῷ πεμπόμενον ἄγγελον, λέγω δὲ σοφίας λόγον μείζονα, καὶ πᾶσαν ἐκτρίψας διασκεδάσῃ τοῦ διαβόλου τὴν φάλαγγα, καὶ τῆς τοιαύτης νίκης τε καὶ σωτηρίας αἴτιον τὸν Θεὸν μὴ ἐπιγράψηται, ἀλλ᾽ ἑαυτῷ τὴν ὅλην ἀνάθηται νίκην, ὁ τοιοῦτος οὐκ ἀνταπέδωκε τῷ Θεῷ κατὰ τὸ ἀνταπόδομα αὐτοῦ, μὴ ἐξισώσας τῷ μεγέθει τῆς σωτηρίας τὸ πλῆθος τῆς εὐχαριστίας, μηδὲ τῇ εὐεργεσίᾳ τοῦ σώσαντος ἀντιμετρήσας τὴν οἰκείαν διάθεσινἀνταπόδοσις γάρ ἐστιν ἡ πρὸς τὸν σώσαντα τοῦ σωθέντος δι᾽ ἔργων ἀντιμετρουμένη διάθεσιςἀλλ᾽ ὕψωσεν ἑαυτοῦ τὴν καρδίαν, ἐφ᾽ οἷς ἔλαβε χαρίσμασι μεγαλοφρονήσας ὡς μὴ λαβών, ὁ τοιοῦτος ἐνδίκως δέχεται γινομένην ἐπ᾽ αὐτῷ τὴν ὀργήν, συγχωροῦντος τοῦ Θεοῦ τῷ διαβόλῳ νοητῶς αὐτῷ συμπλακῆναι καὶ τοὺς κατὰ τὴν πρᾶξιν παρασαλεῦσαι τρόπους τῆς ἀρετῆς καὶ τοὺς κατὰ θεωρίαν διαυγεῖς ἐπιθολῶσαι λόγους τῆς γνώσεως, ἵνα, μαθὼν τὴν οἰκείαν ἀσθένειαν, ἐπιγνῷ τὴν μόνην δύναμιν τὴν τὰ πάθη ἐν ἡμῖν καταπαλαίουσαν, καὶ ταπεινωθῇ μετανοήσας, τὸν ὄγκον ἀποβαλὼν τῆς οἰήσεως, καὶ τὸν Θεὸν ἱλεώσηται καὶ ἀποστρέψῃ τὴν ἐπερχομένην τοῖς μὴ μετανοοῦσιν ὀργήν, τὴν ἀφαιρουμένην τὴν (14Β_404> φρουροῦσαν τὴν ψυχὴν χάριν καὶ ἔρημον καταλιμπάνουσαν τὸν ἀγνώμονα νοῦν.

Ἡμέρας δὲ τοῦ βασιλέως Ἐζεκίου τυχὸν προσηγόρευσεν ἡ Γραφὴ τοὺς διαφόρους φωτισμούς, οὓς δέχεται πᾶς εὐσεβὴς καὶ φιλόθεος νοῦς, ἐπιβάλλων τῇ θεωρίᾳ τῶν γεγονότων πρὸς κατανόησιν τῆς διὰ πάντων ποικίλως μηνυομένης σοφίας· οἷς ἕως ἡ πρᾶξις καὶ ἡ θεωρία ῥυθμίζεται, στέρησις ἀρετῆς καὶ γνώσεως αὐταῖς οὐ πέφυκε γίνεσθαι, τοῦ ἡλίου τῆς δικαιοσύνης ἐν τῷ τοιούτῳ νοῖ διὰ τῆς ἰδίας ἀνατολῆς τὰς τοιαύτας ἡμέρας δημιουργοῦντος.

ΣΧΟΛΙΑ