1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

78

18. Ἡ ἄμπελος οἶνον ποιεῖ· ὁ οἶνος, μέθην ἡ μέθη, ἔκστασιν· οὐκοῦν καί ὁ ἐνεργής λόγος, ὅπερ ἐστίν ἡ ἄμπελος, γεωργούμενος ταῖς ἀρεταῖς, γεννᾷ τήν γνῶσιν· ἡ δέ γνῶσις γεννᾷ τήν καλήν ἔκστασιν, τήν τόν νοῦν τῆς κατ᾿ αἴσθησιν σχέσεως ἐξιστῶσαν.

ΜΘ (49). ΠΕΡΙ ΤΟΥ "ΚΑΙ ΕΙ∆ΕΝ ΕΖΕΚΙΑΣ ΟΤΙ ΗΚΕΙ ΣΕΝΝΑΧΕΙΡΙΜ". 49. ΕΡΩΤΗΣΙΣ ΜΘ' Τί ἐστι πάλιν ἐν τῇ αὐτῇ βίβλῳ· καὶ εἶδεν Ἐζεκίας ὅτι ἥκει Σενναχειρὶμ καὶ τὸ

πρόσωπον αὐτοῦ τοῦ πολεμῆσαι ἐν Ἱερουσαλήμ, καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω τῆς πόλεως, καὶ συνεπίσχυσαν αὐτῷ. Καὶ συνήγαγεν λαὸν πολὺν καὶ ἐνέφραξεν τὰ ὕδατα τῶν πηγῶν καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως; Τί θέλει ταῦτα σημαίνειν κατὰ θεωρίαν;

Ἀπόκρισις. Ὁ μετὰ γνώσεως μετιὼν τὴν πρακτικὴν φιλοσοφίαν νοῦς καὶ πᾶσαν

διάκρισιν θείαν διεζωσμένος κατὰ τῆς ἐναντίας δυνάμεως (14Β_328> Ἐζεκίας ἐστίν, κατὰ τὸ ὄνομα αὐτοῦ κράτος θεῖον ἑρμηνευόμενος καὶ διὰ τοῦτο βασιλεύων τῆς Ἱερουσαλήμ, ἤγουν τῆς ψυχῆς ἢ τῆς ὁράσεως τῆς εἰρήνης, τουτέστι τῆς παθῶν ἀπηλλαγμένης γνωστικῆς θεωρίας· ὅς, ἐπειδὰν ἐπικεκινημένην ἴδῃ κατ᾽ αὐτοῦ τὴν ἀντικειμένην δύναμιν, δεόντως βουλεύεται μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν ἔξω τῆς πόλεως πηγῶν. Ἄρχοντες δὲ τυγχάνουσι τοῦ τοιούτου νοὸς ὁ τῆς πίστεως λόγος καὶ ὁ τῆς ἐλπίδος καὶ ὁ τῆς ἀγάπης, πρεσβυτικῶς δυναστεύοντες πάντων τῶν κατὰ ψυχὴν θείων νοημάτων τε καὶ λογισμῶν καὶ σοφῶς τῷ νῷ συμβουλεύοντες, κατὰ ταὐτὸν ὁμοῦ καὶ συνεπισχύοντες κατὰ τῆς ἐναντίας δυνάμεως καὶ τοὺς τρόπους τῆς αὐτῆς καθαιρέσεως ὑποδεικνύντες. Χωρὶς γὰρ πίστεως καὶ ἐλπίδος καὶ ἀγάπης οὐδὲν οὔτε τῶν κακῶν καταργεῖται παντελῶς οὔτε τῶν καλῶν κατορθοῦται τὸ σύνολον. Ἡ μὲν γὰρ πίστις πείθει τῷ Θεῷ προσχωρεῖν τὸν νοῦν πολεμούμενον, πάσης αὐτῷ γινομένη παρασκευῆς ὅπλων ἀσωμάτων πρὸς τὸ θαρρεῖν παραμύθιον. Ἡ ἐλπὶς δὲ τῆς θείας αὐτῷ καθίσταται βοηθείας ἐγγυητὴς ἀψευδέστατος, τὴν τῶν ἐναντίων καθαίρεσιν ἐπαγγελλομένη δυνάμεων. Ἡ δὲ ἀγάπη δυσμετακίνητον, μᾶλλον δὲ πάμπαν ἀκίνητον τῆς θείας στοργῆς αὐτὸν εἶναι παρασκευάζει, καὶ πολεμούμενον, προσηλοῦσα τῷ θείῳ πόθῳ πᾶσαν αὐτοῦ τὴν τῆς ἐφέσεως δύναμιν.

Καὶ συνᾴδει γε τούτοις τοῖς ῥήμασιν ἑρμηνευόμενα τὰ τῶν ἀρχόντων ὀνόματα. Ἄρχοντες δὲ τοῦ Ἐζεκίου κατ᾽ ἐκεῖνον ὑπῆρχον τὸν χρόνον Ἐλιακὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεὺς καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰ[φ] ὁ ὑπομνηματογράφος. Ἑρμηνεύεται δὲ ὁ μὲν Ἐλιακὶμ Θεοῦ ἀνάστασις, ὁ δὲ πατὴρ αὐτοῦ Χελκίας μερὶς Θεοῦ. Οὐκοῦν θείας μερίδος, ἤγουν γνώσεως ἀληθοῦς, υἱὸς πρῶτός τε καὶ μόνος ὁ κατὰ τὴν πίστιν τῆς ἐν ἡμῖν θείας ἀναστάσεώς ἐστι λόγος, μετὰ τῆς δεούσης κατὰ τὴν γνῶσιν οἰκονομίας ἤγουν διακρίσεως καλῶς διαφέρων τάς τε τῶν ἑκουσίων καὶ ἀκουσίων πειρασμῶν ἐπαναστάσεις. (14Β_330> Σομνᾶς δὲ ὁ γραμματεὺς ἑρμηνεύεται ἐπιστροφή, σαφῶς μηνύουσα δι᾽ ἑαυτῆς τὸν πληρέστατον τῆς θείας ἐλπίδος λόγον, οὗ χωρὶς οὐδαμῶς οὐδενὶ καθοτιοῦν πρὸς Θεὸν ἐπιστροφὴ γίνεσθαι πέφυκεν, εἴπερ ἐλπίδος ἴδιον τὸ γραμματεύειν ἤγουν διδάσκειν τε καὶ ὑπ᾽ ὄψιν ἄγειν ὡς παρόντα τὰ μέλλοντα καὶ μηδαμῶς ἀπεῖναι πείθειν τῶν πολεμουμένων ὑπὸ τῆς ἀντικειμένης δυνάμεως τὸν ὑπερασπίζοντα Θεόν, ὑπὲρ οὗ καὶ δι᾽ ὃν τοῖς ἁγίοις ὁ πόλεμος. Ἰωὰχ δὲ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος ἑρμηνεύεται ἀδελφότης Θεοῦ, καὶ Ἀσὰφ ὁ πατὴρ αὐτοῦ συναγωγή. Οὐκοῦν τῆς κατὰ τὸ αὐτὸ περὶ τὰ θεῖα συναγωγῆς τε καὶ ἑνώσεως τῶν ψυχικῶν δυνάμεων, τουτέστι