1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

105

ἐπὶ πᾶσαν τὴν γῆν. Οὐκοῦν, ἐπειδὴ παντελῶς ἀμήχανον τοῦτο στῆναι κατὰ τὴν λέξιν, ἐπὶ τὴν τῶν γεγραμμένων χωρῶμεν διάνοιαν.

Ζοροβάβελ ἐστίν, καθὼς πολλάκις προλαβὼν ἔφην, ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστός. Τούτου δὲ λίθος(20) ἐστὶν ἡ πίστις ἡ εἰς αὐτόν· ἐν τῇ χειρὶ δέ, ὅτι τῇ πράξει τῶν ἐντολῶν ἡ πίστις τοῦ Χριστοῦ διαφαίνεται· πίστις γὰρ χωρὶς ἔργων νεκρά, ὥσπερ καὶ ἔργα δίχα πίστεως. Πράξεως δὲ σύμβολόν ἐστι προδήλως ἡ χείρ. Φέρων οὖν ἐν τῇ χειρὶ τὸν λίθον ὁ Κύριος ἔμπρακτον ἡμᾶς διδάσκει τὴν εἰς αὐτὸν πίστιν ἔχειν τοῖς (14Γ_032> ἑπτὰ τοῦ Κυρίου κοσμουμένην ὀφθαλμοῖς, τουτέστι ταῖς ἑπτὰ τοῦ ἁγίου Πνεύματος ἐνεργείαις.

Καὶ ἐπαναπαύσεται, φησίν, ἐπ᾽ αὐτὸν ἑπτὰ πνεύματα· πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα γνώσεως, πνεῦμα ἐπιστήμης, πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα φόβου Θεοῦ. Ἔστι δὲ τὸ μὲν πνεῦμα(21) τοῦ φόβου τοῦ Θεοῦ ἡ τῶν κατ᾽ ἐνέργειαν κακῶν ἀποχή· τὸ δὲ πνεῦμα τῆς ἰσχύος ἐστὶν ἡ πρὸς ἐνέργειαν καὶ πρᾶξιν τῶν ἐντολῶν πρόθυμος ὁρμὴ καὶ κίνησις· τὸ δὲ πνεῦμα τῆς βουλῆς ἐστιν ἡ ἕξις τῆς διακρίσεως, καθ᾽ ἣν σὺν λόγῳ τὰς θείας πράττομεν ἐντολὰς καὶ τῶν κρειττόνων διαιροῦμεν τὰ χείρονα· τὸ δὲ πνεῦμα τῆς ἐπιστήμης ἐστὶν ἡ τῶν κατ᾽ ἀρετὴν τῆς πράξεως τρόπων ἄπτωτος εἴδησις, καθ᾽ οὓς πράττοντες τῆς ὀρθῆς τοῦ λόγου κρίσεως οὐδαμῶς διαπίπτομεν· τὸ δὲ πνεῦμα τῆς γνώσεώς ἐστιν ἡ τῶν ἐν ταῖς ἐντολαῖς λόγων περίληψις, καθ᾽ οὓς οἱ τρόποι τῶν ἀρετῶν συνεστήκασι· πνεῦμα δὲ συνέσεώς ἐστιν ἡ πρὸς τοὺς τρόπους καὶ τοὺς λόγους τῶν ἀρετῶν συγκατάθεσις ἤ, κυριώτερον εἰπεῖν, μεταποίησις, καθ᾽ ἣν σύγκρασις γίνεται τῶν φυσικῶν δυνάμεων πρὸς τοὺς τρόπους καὶ τοὺς λόγους τῶν ἐντολῶν· πνεῦμα δὲ σοφίας ἐστὶν ἡ πρὸς τὴν αἰτίαν τῶν ἐν ταῖς ἐντολαῖς πνευματικωτέρων λόγων ἀνάληψίς τε καὶ ἕνωσις, καθ᾽ ἥν, ἀγνώστως τοὺς ἐν Θεῷ, κατὰ τὸ θεμιτὸν ἀνθρώποις, ἁπλοῦς μυούμενοι τῶν ὄντων λόγους, ὡς ἔκ τινος βλυστανούσης πηγῆς τῆς καρδίας τὴν ἐν τοῖς ὅλοις ἀλήθειαν ποικίλως τοῖς ἄλλοις ἀνθρώποις προφέρομεν, ἀπὸ μὲν τῶν ἐκ Θεοῦ τελευταίων, ἡμῖν δὲ προσεχῶν, ἐπὶ τὰ πρῶτα, καὶ ἡμῶν μὲν πόρρω, τῷ δὲ Θεῷ προσεχῆ, καθ᾽ ὁδὸν καὶ τάξιν ἀναβαίνοντες.

Ἀπὸ γὰρ τῆς ἀργίας(22) τῶν κακῶν διὰ φόβου ἐπὶ τὴν τῶν ἀρετῶν δι᾽ ἰσχύος ἐρχόμεθα πρᾶξιν, ἀπὸ δὲ τῆς τῶν ἀρετῶν πράξεως ἐπὶ τὴν διάκρισιν τῆς βουλῆς, ἀπὸ δὲ τῆς διακρίσεως (14Γ_034> ἐπὶ τὴν ἕξιν τῶν ἀρετῶν ἤγουν ἐπιστήμην, ἀπὸ δὲ τῆς ἕξεως τῶν ἀρετῶν ἐπὶ τὴν γνῶσιν τῶν ἐν αὐταῖς ταῖς ἀρεταῖς λόγων, ἀπὸ δὲ ταύτης εἰς τὴν πρὸς τοὺς ἐγνωσμένους λόγους τῶν ἀρετῶν μεταποιητικὴν ἕξιν, φημὶ δὲ τὴν σύνεσιν, καὶ ἀπὸ ταύτης εἰς τὴν ἁπλῆν τῆς ἐν ὅλοις ἀληθείας ἀκριβῆ θεωρίαν· ἀφ᾽ ἧς ὁρμώμενοι, πολλοὺς καὶ ποικίλους ἐκ τῆς τῶν ὄντων αἰσθητῶν τε καὶ νοητῶν οὐσιῶν σοφῆς θεωρίας εὐσεβεῖς λόγους περὶ τῆς ἀληθείας ἀποδώσομεν. ∆ιὰ τούτων οὖν ἀναβαίνοντες τῶν ὀφθαλμῶν τῆς πίστεως, ἤγουν φωτισμῶν, πρὸς τὴν θείαν τῆς σοφίας(23) συναγόμεθα μονάδα, τὴν γεγενημένην δι᾽ ἡμᾶς τῶν χαρισμάτων διαίρεσιν πρὸς τὴν αἰτίαν τῶν χαρισμάτων συνάγοντες ταῖς κατὰ μέρος τῶν ἀρετῶν ἀναβάσεσι, μηδὲν τῶν εἰρημένων, συνεργίᾳ Θεοῦ, παραλιμπάνοντες, ἵνα μή, κατ᾽ ὀλίγον ἀμελοῦντες, τυφλὴν(24) ἡμῶν τὴν πίστιν καὶ ἀνόμματον καταστήσωμεν, οὐκ ἔχουσαν τοὺς διὰ τῶν ἔργων τοῦ πνεύματος φωτισμούς, καὶ κολασθῶμεν δικαίως εἰς ἀπείρους αἰῶνας, ὡς ἐν ἑαυτοῖς κατὰ τὴν πίστιν, ὅσον τὸ ἐφ᾽ ἡμῖν, τοὺς θείους ἐκτυφλώσαντες ὀφθαλμούς.

Πᾶς γὰρ ὁ τῆς πίστεως ἐν ἑαυτῷ διὰ τῆς ἀργίας(25) τῶν ἐντολῶν τοὺς τοιούτους ἀνορύξας ὀφθαλμούς, πάντως κατάκριτος, μηκέτι τὸν Θεὸν ἔχων εἰς αὐτὸν ἐπιβλέποντα. Καὶ οἶμαί γε ταύτης ἕνεκα τῆς αἰτίας λίθον κασσιτήρινον τῇ Γραφῇ προσηγορεῦσθαι τὴν πίστιν, διὰ τὸ τὴν αὐτὴν καὶ τιμωρητικὴν εἶναι τῶν μὴ κοσμούντων αὐτὴν ταῖς ἐντολαῖς καὶ περιποιητικὴν τῶν διατηρούντων αὐτὴν