1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

132

αἴσθησιν τῆς μὲν κατὰ ψυχὴν λύπης γεννήτωρ (14Γ_150> καθίσταται, συχναῖς ταῖς κατὰ συνείδησιν μάστιξιν αἰκιζομένην, τῆς δὲ κατ᾽ αἴσθησιν ἡδονῆς ἀρίδηλος γίνεται ποιητής, ταῖς ἐπινοίαις τῶν περιποιητικῶν τῆς σαρκὸς τρόπων λιπαινομένης, εἰ δέ, τὴν πρὸς αἴσθησιν ἅμα τῇ προσβολῇ τῶν ὁρωμένων διατεμὼν ἐπιφάνειαν, τοὺς πνευματικοὺς τῶν ὄντων καθαροὺς τῶν ἐπ᾽ αὐτοῖς σχημάτων θεάσηται λόγους, τὴν μὲν τῆς ψυχῆς ἡδονὴν κατειργάσατο, μηδενὶ τῶν αἰσθήσει θεωρουμένων κρατουμένης, τὴν δὲ τῆς αἰσθήσεως συνεστήσατο λύπην, πάντων κατὰ φύσιν τῶν αἰσθητῶν ἐστερημένης· ἔνθα γὰρ ὁ λόγος προκαθηγεῖται τῆς αἰσθήσεως κατὰ τὴν τῶν ὁρατῶν θεωρίαν, πάσης ἐστέρηται τῆς κατὰ φύσιν ἡ σὰρξ ἡδονῆς, οὐκ ἔχουσα τὴν αἴσθησιν ἄφετον καὶ τῶν λογικῶν ἀπολελυμένην δεσμῶν εἰς ὑπηρεσίαν τῶν κατ᾽ αὐτὴν ἡδονῶν.

Οὐκοῦν, ὡς ἔφην, ἐπειδὴ τὴν μὲν τῆς ψυχῆς λύπην, ἤγουν τὸν πόνονταὐτὸν γὰρ ἀλλήλοις ἀμφότερα, ἡ κατ᾽ αἴσθησιν ἡδονὴ συνίστησιν, τὴν δὲ τῆς αἰσθήσεως λύπην, ἤγουν τὸν πόνον, ἡ κατὰ ψυχὴν ποιεῖν ἡδονὴ πέφυκεν, εἰκότως ὁ τῆς κατ᾽ ἐλπίδα ζωῆς, τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δι᾽ ἀναστάσεως νεκρῶν εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς, ἐφιέμενος κατὰ μὲν τὴν ψυχὴν ἀγαλλίασιν ἔχει καὶ χαρὰν ἀνεκλάλητον, διηνεκῶς τῇ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι γανυμένην, κατὰ δὲ τὴν σάρκα καὶ τὴν αἴσθησιν λύπην, ἤγουν τοὺς ἐκ τῶν ποικίλων πειρασμῶν ἐπιγινομένους αὐτῇ πόνους καὶ τὰς ἐπ᾽ αὐτοῖς ὀδύνας. Πάσῃ γὰρ ἀρετῇ ἡδονὴ καὶ πόνος παρέπεται· πόνος μὲν σαρκός, ἐστερημένης τῆς προσηνοῦς καὶ λειοτέρας αἰσθήσεως, ἡδονὴ δὲ ψυχῆς, παντὸς αἰσθητοῦ καθαροῖς ἐντρυφώσης τοῖς ἐν πνεύματι λόγοις.

∆έον οὖν ἐστι τὸν νοῦν κατὰ τὴν παροῦσαν ζωήν τοῦτο (14Γ_152> γάρ μοι νοεῖται τὸ νῦνκατὰ σάρκα λυπούμενον διὰ τοὺς πολλοὺς πόνους τῶν ὑπὲρ ἀρετῆς αὐτῷ προσαγομένων πειρασμῶν ἀεὶ χαίρειν κατὰ ψυχὴν καὶ ἥδεσθαι διὰ τὴν ἐλπίδα τῶν αἰωνίων ἀγαθῶν, κἂν ἔχῃ καταπονουμένην τὴν αἴσθησιν· οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν εἰς ἡμᾶς ἀποκαλύπτεσθαι, φησὶν ὁ θεῖος ἀπόστολος.

Οὕτως οὖν, κατ᾽ ἐμὲ φάναι, δύναται χαίρειν ἄνθρωπος ἐν ᾧ λυπεῖται. Τῇ γὰρ ἀρετῇ κατὰ σάρκα μὲν διὰ τοὺς πόνους λυπούμενος ἐν αὐτῇ χαίρει τῇ ἀρετῇ κατὰ ψυχήν, ὡς παροῦσαν θεώμενος τὴν τῶν μελλόντων εὐπρέπειαν, ὑπὲρ ἧς, κατὰ τὸν μέγαν ∆αβίδ, τῇ κατὰ γνώμην ἀπογενέσει τῆς σαρκὸς καθ᾽ ἑκάστην ἀποθνῄσκει τὴν ἡμέραν ὁ κατὰ τὴν τῆς ψυχῆς ἐν πνεύματι γένεσιν ἀεὶ καινιζόμενος, ἅτε δὴ καὶ τὴν ἡδονὴν ἔχων σωτήριον καὶ τὴν λύπην ὠφέλιμον. Λύπην γάρ φαμεν οὐ τὴν παράλογον καὶ τῶν πολλῶν ἐπὶ στερήσει παθῶν ἢ πραγμάτων ὑλικῶν τὴν ψυχὴν βασανίζουσαν, ὡς τὰς ὁρμὰς παρὰ φύσιν ἐφ᾽ ἃ μὴ δεῖ, καὶ τὰς ἀποφυγὰς ἀφ᾽ ὧν μὴ δεῖ, ποιουμένων, ἀλλὰ τὴν λελογισμένην καὶ τοῖς τὰ θεῖα σοφοῖς ἐγκριθεῖσαν καὶ τὸ παρὸν κακὸν ὑποσημαίνουσαν. Παρὸν γὰρ κακόν φασιν εἶναι τὴν λύπην, συνισταμένην μὲν κατὰ ψυχήν, ὅταν ἡ κατ᾽ αἴσθησιν ἡδονὴ τῆς λογικῆς κρατῇ διακρίσεως, ὑφισταμένην δὲ κατ᾽ αἴσθησιν, ὅταν τῆς ψυχῆς κατ᾽ ἀρετὴν ἀκωλύτως ὁ δρόμος ἀνύηται, τοσοῦτον ἐπάγων τῇ αἰσθήσει τοὺς πόνους, ὅσον ἡδονὴν ἐμποιεῖ καὶ χαρὰν τῇ ψυχῇ τῷ Θεῷ προσαγομένῃ διὰ τῆς συγγενοῦς κατ᾽ ἀρετήν τε καὶ γνῶσιν ἐλλάμψεως.

ΣΧΟΛΙΑ 1. Τήν κατά ψυχήν λύπην φησί. (14Γ_154> 2. Τήν κατ᾿ αἴσθησιν ὀδύνην, λύπην νῦν προσηγόρευσε. 3. Τήν κατά ψυχήν λύπην τέλος εἶναί φησι τῆς κατ᾿ αἴσθησιν ἡδονῆς· ἐκ γάρ

ταύτης συνίσταται λύπη ψυχῆς· ὥσπερ οὖν καί τῆς κατά ψυχήν ἡδονῆς τέλος ἐστίν ἡ κατά σάρκα λύπη· ψυχῆς γάρ εὐφροσύνη, σαρκός γίνεται λύπη.