1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

176

Ἐμοὶ μὲν τοῦτο παντελῶς ἄπορον, οἶμαι δὲ ὅτι καὶ παντὶ συνετῷ τὴν διάνοιαν καὶ μικρὸν γοῦν ἐπῃσθημένῳ τῆς θείας μεγαλειότητος καὶ τῷ Θεῷ τὰς θείας ψήφους ἐμφερεῖς εἶναι δεῖν οὐκ ἀγνοῶν. Πῶς δὲ τῷ Θεῷ μεγάλη πόλις ἐστὶν ἡ πρώτη πόλις τῶν Ἀσσυρίων, ἔνθα τῆς πλάνης ὑπῆρχεν ἡ σύγχυσις, ἔνθα τῆς εἰδωλομανίας ἵδρυτο τὸ βασίλειον, ἡ πολὺ πόρρω τυγχάνουσα τῆς λεγομένης ἁγίας γῆς καὶ τῷ σωματικῷ Ἰσραὴλ ἐπηγγελμένης, εἰ μὴ τὸ μέγεθος τῆς μηδενὶ λόγῳ περιγραφομένης πίστεως τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἐνιδὼν ὁ Θεὸς(41) τὸ μέλλον ὡς παρὸν ἀπεδέξατο καὶ τὸ τέως ἀλλότριον εἰσῳκίσατο καὶ τό ποτε διὰ τὴν ἀθεΐαν φαυλότατον ἔνθεον τῷ λόγῳ κατέστησε καὶ τιμιώτατον καὶ μηδενὶ λόγῳ τὸ μεγαλεῖον ὁριζόμενον ἔχον διὰ τοῦ προφήτου φήσας διαρρήδην· «καὶ Νινευὴ ἦν πόλις μεγάλη τῷ Θεῷ»· πρὸς ἣν ἀποσταλεὶς ὁ τῆς προφητικῆς χάριτος λόγος τὴν μακαρίαν καταστροφὴν ἐκήρυξεν, εἰπών· «ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται». Κατὰ τοῦτον γενόμενος τῆς τῶν ἡμερῶν προθεσμίας τὸν τόπον, τὰ μὲν ἄλλα δοκῶ μοι παρήσειν, ὅσα δυνατὸν ῥηθῆναι τοῖς τὸν λόγον ἀνάγουσιν, μονώτατον δὲ σκοπεῖν μετὰ τῆς ἀκριβοῦς σημειώσεως (14Γ_340> καὶ εἰπεῖν ὅπερ τυχὸν οὐκ ἔξω βαῖνον εὑρεθήσεται τῆς ἀληθείας λεγόμενον.

Τοίνυν ἀκούων ὁριστικῶς «ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται» τοῦ προφήτου κηρύττοντος ἀπαράβατον ἐκδέχομαι κατὰ τῆς Νινευὴ τὴν ἀπόφασιν, μᾶλλον δὲ κυριώτερον εἰπεῖν ὑπὲρ τῆς Νινευὴ τὴν ἐπίσκεψιν ἔσεσθαι. Νοῶ γὰρ ὅτι μετὰ τὰς τρεῖς ἡμέρας, ἅσπερ τυπικῶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους ὑπάρχων ἐν ἑαυτῷ προλαβὼν τὴν τριήμερον ταφὴν τοῦ Κυρίου καὶ ἀνάστασιν προδιέγραψεν ὁ προφήτης, ἄλλας ἐξεδέχετο τρεῖς ἡμέρας ὁ λόγος(42), ἐν αἷς ἔμελλε τῆς ἀληθείας ἀποδειχθῆναι τὸ φῶς καὶ ἡ τῶν προρρηθέντων ἀληθὴς τῶν μυστηρίων ἔκβασις καὶ ἡ καταστροφὴ γενέσθαι πάντως τῆς πόλεως, οὐκέτι μέλλουσαν προτυπούσας τὴν ἀλήθειαν τῆς τοῦ Σωτῆρος ταφῆς καὶ ἀναστάσεως, ἀλλ᾽ αὐτὴν ἐπὶ τῶν πραγμάτων ἐνεργηθεῖσαν δεικνυούσας σαφῶς τὴν ἀλήθειαν, ἧς προδιατύπωσις ἦν ἡ προλαβοῦσα κατὰ τὸν Ἰωνᾶν ἐν τῷ κήτει τριὰς τῶν ἡμερῶν.

Εἰ γὰρ πᾶς τύπος προσδοκωμένης ἀληθείας ἐστίν, κατὰ δὲ τὸν τύπον τρεῖς ἡμέρας πεποίηκεν ἐν τῇ κοιλίᾳ τοῦ κήτους Ἰωνᾶς, δῆλον ὡς τῷ τύπῳ πραγματειωδῶς ἐφεπομένην πάντως καινοπρεπῶς τὴν ἀλήθειαν δεικνύναι τὸ μυστήριον ἔμελλε καὶ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐν τῇ καρδίᾳ τῆς γῆς πεποιηκέναι τὸν Κύριον κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου φωνὴν φάσκοντος· «ὥσπερ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας». Τὸ γὰρ εἰπεῖν «ἔτι τρεῖς ἡμέραι» δηλοῖ κατ᾽ ἐπίκρυψιν ὡς παρῆλθον ἄλλαι τρεῖς, ἐπεὶ οὐκ ἂν ἔκειτο τὸ «ἔτι», τουτέστι γενήσονται πάλιν τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται. Οὐκοῦν ὁ τύπος οὐ κατέστρεψε τὴν Νινευὴ κατὰ τὴν θείαν ἀπόφασιν, ἀλλ᾽ ἡ ἀλήθεια, (14Γ_342> περὶ ἧς εἶπεν «ἔτι τρεῖς ἡμέραι», ὡσανεὶ ἔλεγεν ἕτι τρεῖς ἡμέραι μετὰ τὸν ἐν ἐμοὶ δειχθέντα τύπον γενήσονται μυστικωτέρας ταφῆς καὶ μείζονος ἀναστάσεως, καὶ Νινευὴ καταστραφήσεται.

Ἀλλ᾽ ἐρεῖ τις τυχὸν διαπορῶν λόγος· πῶς ἀληθεύει καταστροφῆς ψῆφον διδοὺς ὁ Θεὸς καὶ μὴ καταστρέφων; Πρὸς ὅν φαμεν ὡς ἀληθεύει τὴν αὐτὴ καταστρέφων καὶ σῴζων, τὸ μὲν τῇ ἀποθέσει τῆς πλάνης ποιῶν, τὸ δὲ τῇ προσλήψει κατορθῶν τῆς ἀληθοῦς ἐπιγνώσεως, μᾶλλον δὲ τὴν μὲν πλάνην ἀποκτέννων διὰ τῆς πίστεως πάλιν ζωογονουμένης(43), τὴν δὲ σωτηρίαν τῷ θανάτῳ τῆς πλάνης πραγματευόμενος. Νινευὴ γὰρ ἑρμηνεύεται 'μελάνωσις αὐχμηρὰ' καὶ 'ὡραιότης λειοτάτη'. Οὐκοῦν συμφώνως τῇ δυνάμει τῆς ἑρμηνείας τὴν μὲν ἐκ τῆς παραβάσεως τῇ φύσει προσγενομένην αὐχμηρὰν τῆς πλάνης μελάνωσιν μετὰ τὴν τριήμερον ταφὴν καὶ ἀνάστασιν ὁ Κύριος κατέστρεψεν, τὴν δὲ ἐξ ὑπακοῆς πίστεως λειοτάτην