1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

7

ἐνθεωρούμενονοὔτε μὴν ἐν τούτοις πᾶσιν τὸ παράπαν κατ᾽ οἰκείωσιν φυσικὴν ὑφέστηκεν, οὔτε ἀρχὴ οὔτε μεσότης οὔτε τέλος ἐστίν, ἀλλ᾽ ἵνα ὡς ἐν ὅρῳ περιλαβὼν εἴπω, τὸ κακὸν τῆς πρὸς τὸ τέλος τῶν ἐγκειμένων τῇ φύσει δυνάμεων ἐνεργείας ἐστὶν ἔλλειψις, καὶ ἄλλο καθάπαξ οὐδέν.

Ἢ πάλιν, τὸ κακὸν τῶν φυσικῶν δυνάμεων κατ᾽ ἐσφαλμένην κρίσιν ἐστὶν ἐπ᾽ ἄλλο παρὰ τὸ τέλος ἀλόγιστος κίνησις· τέλος δέ φημι τὴν τῶν ὄντων αἰτίαν, ἧς φυσικῶς ἐφίεται πάντα, 14Β_040 κἂν εἰ τὰ μάλιστα τὸν φθόνον εὐνοίας πλάσματι καλύψας ὁ πονηρός, πρὸς ἄλλο τι τῶν ὄντων παρὰ τὴν αἰτίαν κινῆσαι τὴν ἔφεσιν παραπείσας δόλῳ τὸν ἄνθρωπον, τὴν τῆς αἰτίας ἐδημιούργησεν ἄγνοιαν.

Τῆς οὖν πρὸς τὸ τέλος ἐνεργείας τῶν κατὰ φύσιν δυνάμεων ὁ πρῶτος ἄνθρωπος ἐλλείψας τὴν κίνησιν, τὴν τῆς οἰκείας αἰτίας ἐνόσησεν ἄγνοιαν, ἐκεῖνο νομίσας εἶναι Θεὸν διὰ τῆς συμβουλῆς τοῦ ὄφεως, ὅπερ ἔχειν ἀπώμοτον ὁ τῆς θείας ἐντολῆς διετάξατο λόγος. Οὕτω δὲ παραβάτης γενόμενος καὶ τὸν Θεὸν ἀγνοήσας, πρὸς ὅλην τὴν αἴσθησιν ὅλην ἀπρὶξ ἀναμίξας τὴν νοερὰν δύναμιν, τὴν σύνθετον καὶ ὀλέθριον πρὸς πάθος ἐνεργουμένην τῶν αἰσθητῶν ἐπεσπάσατο γνῶσιν, καὶ παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς, τὰ αὐτὰ αὐτοῖς κατὰ πάντα τρόπον καὶ ἐνεργῶν καὶ ζητῶν καὶ βουλόμενος, καὶ πλέον εἰς ἀλογίαν ἔχων τοῦ κατὰ φύσιν λόγου πρὸς τὸ παρὰ φύσιν τὴν ἄμειψιν.

Ὅσον οὖν κατὰ μόνην τὴν αἴσθησιν τῆς τῶν ὁρωμένων ἐπεμελεῖτο γνώσεως ὁ ἄνθρωπος, τοσοῦτον ἐπέσφιγγεν ἑαυτῷ τοῦ Θεοῦ τὴν ἄγνοιαν· ὅσον δὲ ταύτης τῆς ἀγνοίας συνέσφιγγε τὸν δεσμόν, τοσοῦτον τῆς πείρας ἀντείχετο τῆς τῶν γνωσθέντων ὑλικῶν αἰσθητικῆς ἀπολαύσεως· ὅσον δὲ ταύτης ἐνεφορεῖτο, τοσοῦτον τῆς ἐκ ταύτης γεννωμένης φιλαυτίας ἐξῆπτε τὸν ἔρωτα· ὅσον δὲ πεφροντισμένως περιεποιεῖτο τῆς φιλαυτίας τὸν ἔρωτα, τοσοῦτον τῆς ἡδονῆς, ὡς τῆς φιλαυτίας οὔσης καὶ γεννήματος καὶ τέλους, πολλοὺς ἐπενόει τρόπους συστάσεως· καὶ ἐπειδὴ πᾶσα κακία πέφυκε τοῖς συνιστῶσιν αὐτὴν συμφθείρεσθαι τρόποις, εὑρίσκων δι᾽ αὐτῆς τῆς πείρας πάσης ἡδονῆς εἶναι πάντως τὴν ὀδύνην διάδοχον, πρὸς μὲν τὴν ἡδονὴν τὴν ὅλην ἔσχεν ὁρμήν, πρὸς δὲ τὴν ὀδύνην τὴν ὅλην ἀποφυγήν, τῆς μὲν κατὰ πᾶσαν ὑπεραγωνιζόμενος δύναμιν, τῆς δὲ κατὰ πᾶσαν σπουδὴν καταγωνιζόμενος, οἰόμενος, ὅπερ ἀμήχανον ἦν, διὰ τῆς τοιαύτης μεθοδείας ἀλλήλων ταύτας διαστῆσαι καὶ μόνῃ τῇ 14Β_042 ἡδονῇ συνημμένην τὴν φιλαυτίαν ἔχειν παντελῶς ὀδύνης ἀπείρατον, ἀγνοήσας ὑπὸ τοῦ πάθους, ὡς ἔοικεν, ὡς οὐκ ἐνδέχεταί ποτε χωρὶς ὀδύνης εἶναι τὴν ἡδονήν. Ἐγκέκραται γὰρ τῇ ἡδονῇ τῆς ὀδύνης ὁ πόνος, κἂν λανθάνειν δοκῇ τοὺς ἔχοντας διὰ τὴν κατὰ τὸ πάθος τῆς ἡδονῆς ἐπικράτειαν, ἐπειδὴ τὸ ἐπικρατοῦν ἀεὶ διαφαίνεσθαι πέφυκεν, καλύπτον τοῦ παρακειμένου τὴν αἴσθησιν.

Ἐντεῦθεν ὁ πολὺς ὄχλος τῶν παθῶν καὶ ἀναρίθμητος εἰσεφθάρη τῷ βίῳ τῶν ἀνθρώπων· ἐντεῦθεν πολυστένακτος γέγονεν ἡμῶν ἡ ζωή, τῆς οἰκείας ἀναιρέσεως τιμῶσα τὰς ἀφορμὰς καὶ τῆς φθορᾶς τὰς προφάσεις ἑαυτῇ διὰ τὴν ἄγνοιαν ἐξευρίσκουσά τε καὶ περιέπουσα· ἐντεῦθεν ἡ μία φύσις εἰς μυρία κατεμερίσθη τμήματα καὶ οἱ τῆς αὐτῆς φύσεως ἀλλήλων ἐσμὲν δίκην ἑρπετῶν θηρίων παραναλώματα. Ἡδονῆς γὰρ διὰ τὴν φιλαυτίαν ἀντιποιούμενοι καὶ ὀδύνην διὰ τὴν αὐτὴν αἰτίαν πάλιν φεύγειν σπουδάζοντες, τὰς ἀμυθήτους τῶν φθοροποιῶν παθῶν ἐπινοοῦμεν γενέσεις. Οἷον, εἰ μὲν δι᾽ ἡδονῆς τῆς φιλαυτίας φροντίζομεν, γεννῶμεν τὴν γαστριμαργίαν τὴν ὑπερηφανίαν τὴν κενοδοξίαν τὴν φυσίωσιν τὴν φιλαργυρίαν τὴν πλεονεξίαν τὴν τυραννίδα τὸ γαῦρον τὴν ἀλαζονείαν τὴν ἀπόνοιαν τὴν μανίαν τὴν οἴησιν τὸν τῦφον τὴν καταφρόνησιν τὴν ὕβριν τὸ βάκηλον τὸ εὐτράπελον τὴν ἀσωτίαν τὴν ἀκολασίαν τὴν περπερίαν τὸν