1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

4

συμβολικῶς ἐγχαράττουσαν καὶ δι᾽ αὐτῶν πρὸς τὴν ἁπλότητα τῶν νοητῶν θεαμάτων τὸν νοῦν ἀναβιβάζουσαν, πάσης καθαρῶς ἀπολυθέντα τῆς ἐν τοῖς ὁρωμένοις ποικιλίας τε καὶ συνθέσεως, ἵν᾽ ἔχωμεν ἀληθείας ὁδὸν ἀπλανῆ τὴν ὑμετέραν γνῶσιν τῆς πρὸς τὰ νοητὰ διαβάσεως.

Ἐντεῦθεν, μετὰ τὴν τελείαν τῆς πρὸς αἴσθησίν τε καὶ σάρκα 14Β_028 σχετικῆς προσπαθείας ἀπόθεσιν, τῷ ἀπείρῳ πελάγει τῶν λογίων τοῦ Πνεύματος μετ᾽ ἐπιστήμης κατὰ νοῦν εὐτόνως διανηχόμενος, ἐρευνᾷς μετὰ τοῦ Πνεύματος τὰ βάθη τοῦ Πνεύματος· παρ᾽ οὗ δεξάμενος τὴν τῶν κεκρυμμένων μυστηρίων φανέρωσιν, διὰ πολλήν, ὡς ἔοικεν, ταπεινοφροσύνην, πολλῶν τῆς ἁγίας Γραφῆς ἀπορουμένων κεφαλαίων χάρτην πληρώσας ἀπέστειλας, ζητῶν καὶ παρ᾽ ἐμοῦ τοῦ πάσης ἀρετῆς ἐρήμου καὶ γνώσεως ἑκάστου κεφαλαίου κατὰ τὴν ἀναγωγικὴν θεωρίαν τὴν ἀπόκρισιν ἔγγραφον.

Ὃν δεξάμενος καὶ ἀναγνούς, καταπλαγεὶς καὶ νοῦν καὶ ἀκοὴν καὶ διάνοιαν, ᾔτουν ὑμᾶς ἐκλιπαρῶν περὶ τούτου συγγνώμην τῆς παραιτήσεως, μόλις εἶναι λέγων προσιτὰ τὰ ζητούμενα καὶ τοῖς ἄγαν ἐπὶ πλεῖστον ἐν θεωρίᾳ διαβεβηκόσι καὶ περὶ τὸ τέλος που τῆς ὑψηλοτάτης καὶ ἀνεφίκτου τοῖς ἄλλοις ἐφθακόσι γνώσεως, μὴ ὅτι γε ἐμοὶ τῷ κατὰ γῆν ἐρριμμένῳ καὶ κατὰ τὸν ὄφιν ἄλλην, ὡς ἡ παλαιὰ κατάρα, μετὰ τὴν γῆν τῶν παθῶν βρῶσιν οὐκ ἔχοντι καὶ σκώληκος δίκην ἱλυσπωμένῳ τῇ σήψει τῶν ἡδονῶν. Καὶ τοῦτο πολλάκις καὶ ἐπὶ πολὺ ποιήσας, ὡς εὗρον μὴ δεχομένους ὑμᾶς τὴν ἐμὴν περὶ τούτου παράκλησιν, δείσας μή τι πάθῃ τὸ χρῆμα τῆς ἀγάπης, καθ᾽ ἣν ἀλλήλοις συγκραθέντες μίαν ἔχομεν ψυχήν, κἂν δύο σώματα φέρωμεν, εἰς πρόφασιν ἀπειθείας, ὡς εἰκός, νομισθείσης ὑμῖν τῆς ἐμῆς παραιτήσεως, κατετόλμησα καὶ μὴ θέλων τῶν ὑπὲρ δύναμιν, κατηγορηθῆναι μᾶλλον προπέτειαν καὶ γελᾶσθαι κρεῖττον ἡγούμενος παρὰ τῶν βουλομένων ἢ τὴν ἀγάπην κατά τι δέξασθαι σάλον καὶ μείωσιν, ἧς οὐδὲν τῶν μετὰ Θεόν ἐστι τοῖς νοῦν ἔχουσι τιμιώτερον, μᾶλλον δὲ τῷ Θεῷ προσφιλέστερον, ὡς τοὺς διῃρημένους εἰς ἓν συναγούσης καὶ μίαν ἐν τοῖς πολλοῖς ἢ τοῖς πᾶσιν ἀστασίαστον κατὰ τὴν γνώμην δημιουργῆσαι δυναμένης ταὐτότητα.

Καί μοι σύγγνωθι πρῶτος αὐτός, τίμιε πάτερ, τῆς ἐγχειρήσεως, 14Β_030 καὶ τοὺς ἄλλους αἴτει προπετείας ἀφίεσθαί με, καὶ ἵλεώ μοι τὸν Θεὸν ταῖς εὐχαῖς κατάστησον καὶ τῶν λεγομένων συλλήπτορα, μᾶλλον δὲ τῆς ὅλης καὶ ὀρθῆς γενέσθαι περὶ ἑκάστου κεφαλαίου χορηγὸν ἀποκρίσεως· παρ᾽ αὐτοῦ γάρ ἐστι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ὡς πηγῆς καὶ Πατρὸς τῶν ἀναλόγως τοῖς ἀξίοις χορηγουμένων πασῶν φωτιστικῶν γνώσεών τε καὶ δυνάμεων. Ὑμῖν γὰρ θαρρῶν τὸ ὑμέτερον κατεδεξάμην ἐπίταγμα, τῆς εὐπειθείας μισθὸν ἐκδεχόμενος τὴν δι᾽ ὑμῶν θείαν εὐμένειαν.

Ἕκαστον δὲ τῶν κεφαλαίων εἱρμῷ τε καὶ τάξει, καθὼς παρ᾽ ὑμῶν ἐγράφη, προθείς, πρὸς ἔπος ποιήσομαι τὴν ἀπόκρισιν ὡς οἷόν τε σύντομον καὶ ὁριστικήν, καθ᾽ ὅσον οἷός τε ὦ καὶ τὴν πρὸς τὸ νοεῖν τε καὶ λέγειν εὐσεβῶς θεόθεν χορηγοῦμαι χάριν καὶ δύναμιν, ἵνα μὴ πλήθει λόγων βαρήσωμεν τῶν ἐντευξομένων τὴν ἀκοήν, καὶ μάλιστα πρὸς ὑμᾶς γε τὸν λόγον ποιούμενος τοὺς γνωστικοὺς ὄντως καὶ ἀκριβεῖς τῶν θείων θεάμονας καὶ τῶν παθῶν διαβάντας τὴν ὄχλησιν καὶ τὴν ὅλην παρελθόντας σχέσιν τῆς φύσεως καὶ τῶν καθηκόντων κεκτημένους τὸν λόγον ἡγεμόνα καὶ δικαστὴν δικαιότατον, καὶ τὸν νοῦν διὰ τῆς κατὰ τὸ κρεῖττον ἀνοησίας εἰς τὸν ἐνδότατον τῆς θείας ἀφθεγξίας καταστήσαντας τόπον, ἔνθα μόνης ἐστὶν ἀγνώστως εὐφροσύνης θείας ἀντιλαμβάνεσθαι, τὴν τῶν ἀξιουμένων αὐτῆς πεῖραν μόνην ἐχούσης τοῦ οἰκείου μεγέθους διδάσκαλον, καὶ διὰ τοῦτο μόνης χρῄζοντας μικρᾶς περὶ τῶν ζητουμένων ἐμφάσεως προδεικτικῆς τοῦ παμφαοῦς κάλλους τῶν