1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

31

ἐπὶ τῷ ἀνθρωπισθῆναι μυστικῆς ἐνεργείας εἴληφε πέρας, κατὰ πάντα τρόπον χωρὶς μόνης ἁμαρτίας ἡμῖν ὁμοιωθεὶς καὶ εἰς τὰ κατώτερα μέρη τῆς γῆς καταβάς, ἔνθα τὸν ἄνθρωπον ἀπεώσατο τῆς ἁμαρτίας ἡ τυραννίς, πάντως καὶ τῆς ἐπὶ τῷ θεωθῆναι τὸν ἄνθρωπον μυστικῆς ἐνεργείας λήψεται πέρας, κατὰ πάντα τρόπον, χωρὶς μόνης δηλονότι τῆς πρὸς αὐτὸν κατ᾽ οὐσίαν ταυτότητος, ὁμοιώσας ἑαυτῷ τὸν ἄνθρωπον καὶ ὑπεράνω πάντων τῶν οὐρανῶν ἀναβιβάσας, ἔνθα τὸ τῆς χάριτος φύσει μέγεθος ὑπάρχον προσκαλεῖται διὰ τὴν ἀπειρίαν τῆς ἀγαθότητος τὸν κάτω κείμενον ἄνθρωπον· ὅπερ μυστικῶς διδάσκων ὁ μέγας ἀπόστολός φησιν ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν εἰς ἡμᾶς ὑπερβάλλοντα πλοῦτον τῆς τοῦ Θεοῦ χρηστότητος δειχθήσεσθαι.

∆ιέλωμεν οὖν καὶ ἡμεῖς τῇ ἐπινοίᾳ τοὺς αἰῶνας, καὶ ἀφορίσωμεν τοὺς μὲν τῷ μυστηρίῳ τῆς θείας ἐνανθρωπήσεως, 14Β_136 τοὺς δὲ τῇ χάριτι τῆς ἀνθρωπίνης θεώσεως, καὶ εὑρήσομεν τοὺς μὲν περὶ τὸ οἰκεῖον ὄντας τέλος, τοὺς δὲ οὔπω παραγενομένους. Καὶ συντόμως εἰπεῖν, τῶν αἰώνων οἱ μὲν τῆς τοῦ Θεοῦ πρὸς ἀνθρώπους εἰσὶ καταβάσεως, οἱ δὲ τῆς τῶν ἀνθρώπων πρὸς Θεὸν ὑπάρχουσιν ἀναβάσεως. Οὕτω νοοῦντες οὐκ ἐνσκάζομεν τῇ ἀσαφείᾳ τῶν θείων λόγων, τὴν εἰς ταὐτὸν περίπτωσιν νομίζοντες παθεῖν τὸν θεῖον ἀπόστολον.

Ἢ μᾶλλον, ἐπειδὴ καὶ ἀρχὴ καὶ μεσότης καὶ τέλος ἐστὶ πάντων τῶν αἰώνων τῶν τε παρελθόντων καὶ ὄντων καὶ ἐσομένων ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, εἰκότως εἰς ἡμᾶς κατήντησε δυνάμει τῆς πίστεως τὸ κατ᾽ εἶδος ἐνεργείᾳ κατὰ τὴν χάριν ἐσόμενον ἐπὶ θεώσει τῶν ἀξίων τέλος τῶν αἰώνων.

Ἢ πάλιν, ἐπειδὴ ἕτερος ὁ τοῦ ποιεῖν καὶ ἕτερος ὁ τοῦ πάσχειν λόγος, μυστικῶς ἅμα καὶ σοφῶς διεῖλε παρελθοῦσιν αἰῶσι καὶ μέλλουσι τὸν τοῦ ποιεῖν καὶ τοῦ πάσχειν λόγον ὁ θεῖος ἀπόστολος. Οἷον, οἱ τῆς σαρκὸς αἰῶνες, ἐν οἷς νῦν ζῶμενοἶδε γὰρ ἡ Γραφὴ καὶ χρονικοὺς αἰῶνας κατὰ τὸ καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα καὶ ζήσεται εἰς τέλος, τῆς τοῦ ποιεῖν εἰσιν ἰδιότητος, οἱ δὲ μέλλοντες εἶναι τοῦ Πνεύματος μετὰ τὴν παροῦσαν ζωὴν τῆς τοῦ πάσχειν εἰσὶν μεταποιήσεως. Ἐνταῦθα τοίνυν ὄντες, ὡς ποιοῦντες εἰς αἰώνων τέλη καταντῶμεν, πέρας λαμβανούσης ἡμῶν κατὰ τὸ ποιεῖν τῆς δυνάμεώς τε καὶ τῆς ἐνεργείας. Ἐν δὲ τοῖς αἰῶσι τοῖς ἐπερχομένοις, πάσχοντες τὴν πρὸς τὸ θεοῦσθαι χάριτι μεταποίησιν, οὐ ποιοῦμεν ἀλλὰ πάσχομεν, καὶ διὰ τοῦτο οὐ λήγομεν θεουργούμενοι. Ὑπὲρ φύσιν γὰρ τότε τὸ πάθος ἐστὶ καὶ μηδένα λόγον ἔχον ὁριστικὸν τῆς ἐπ᾽ ἄπειρον τῶν τοῦτο πασχόντων θεουργίας. Ποιοῦμεν γὰρ ἡμεῖς, ἐφ᾽ ὅσον τήν τε τῶν ἀρετῶν ποιητικὴν φύσει λογικὴν ἔχομεν δύναμιν ἐνεργουμένην καὶ τὴν πάσης γνώσεως δεκτικὴν νοερὰν 14Β_138 ἀσχέτως δυνάμει πᾶσαν τῶν ὄντων καὶ γινωσκομένων φύσιν διαβαίνουσαν καὶ πάντας κατόπιν ἑαυτῆς τοὺς αἰῶνας ποιουμένην· καὶ πάσχομεν ἡνίκα, τῶν ἐξ οὐκ ὄντων τελείως τοὺς λόγους περάσαντες, εἰς τὴν τῶν ὄντων ἀγνώστως ἔλθωμεν αἰτίαν καὶ συγκαταπαύσομεν τοῖς φύσει πεπερασμένοις τὰς οἰκείας δυνάμεις, ἐκεῖνο γινόμενοι ὅπερ τῆς κατὰ φύσιν δυνάμεως οὐδαμῶς ὑπάρχει κατόρθωμα, ἐπειδὴ τοῦ ὑπὲρ φύσιν ἡ φύσις καταληπτικὴν οὐ κέκτηται δύναμιν. Θεώσεως γὰρ οὐδὲν γενητὸν κατὰ φύσιν ἐστὶ ποιητικόν, ἐπειδὴ μηδὲ Θεοῦ καταληπτικόν. Μόνης γὰρ τῆς θείας χάριτος ἴδιον τοῦτο πέφυκεν εἶναι τὸ ἀναλόγως τοῖς οὖσι χαρίζεσθαι θέωσιν, καὶ λαμπρυνούσης τὴν φύσιν τῷ ὑπὲρ φύσιν φωτὶ καὶ τῶν οἰκείων ὅρων αὐτὴν ὑπεράνω κατὰ τὴν ὑπερβολὴν τῆς δόξης ποιουμένης.

Οὐκοῦν τὰ τέλη τῶν αἰώνων εἰς ἡμᾶς εἰκότως κατήντησε τοὺς ὅσον οὐδέπω διὰ τῆς ἐν Χριστῷ χάριτος ληψομένους τῶν ὑπὲρ αἰῶνας καὶ φύσιν ἀγαθῶν τὴν δωρεάν, ὧν τύποι καὶ προχαράγματα καθεστήκασιν οἱ τρόποι τῶν ἀρετῶν καὶ τῶν γνωσθῆναι φύσει δυναμένων οἱ λόγοι, δι᾽ ὧν ὁ Θεὸς ἀεὶ θέλων ἐν τοῖς ἀξίοις