1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

106

κατηγλαϊσμένην ταῖς ἐνεργείαις τοῦ Πνεύματος. Ἔσται γάρ, φησὶ Συμεὼν ὁ μέγας περὶ τοῦ Κυρίου λέγων, εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, πτῶσιν μὲν τῶν ἀπιστούντων, ἀνάστασιν δὲ τῶν πιστευόντων. Φασὶ γάρ τινες ἐξ ἀργύρου καὶ μολίβου σύνθετον εἶναι τὸν κασσίτηρον. Οὐκοῦν, ὁ μὲν μόλιβος παιδείας καὶ τιμωρίας καὶ κολάσεως καὶ τοῦ βάρους τῆς κατακρίσεως φέρει σύμβολον, ὁ δὲ (14Γ_036> ἄργυρος λαμπρότητος καὶ δόξης καὶ περιφανείας ὡσαύτως τύπος ἐστίν. Εἰ δὲ τοῦτο, καὶ ἡ πίστις ἡ διὰ τοῦ κασσιτήρου(26) σημαινομένη καὶ παιδεύει καὶ τιμωρεῖται καὶ κολάζει καὶ κατακρίνει τοὺς ἀδοκίμους ἐν αὐτῇ γενομένους διὰ τῆς ἀργίας τῶν ἐντολῶν, ὡς μόλιβον ἔχουσα τυχὸν τῆς σαρκὸς τὴν ἀσθένειαν(27) ἐν τῷ λόγῳ δυναμωθεῖσαν κατὰ τὴν ἕνωσιν, καὶ λαμπρύνει πάλιν καὶ δοξάζει καὶ φωτίζει καὶ πρὸς ἐκθέωσιν ἄγει τοὺς ἐν αὐτῇ γενομένους δοκίμους διὰ τῆς ἐργασίας τῶν ἐντολῶν, ὡς ἄργυρον ἔχουσα τάχα τὴν τοῦ Λόγου θεότητα τοῖς ἀξίοις ὁλικῶς κατὰ τὸ δυνατὸν ἐναστράπτουσαν.

Ἔλαβον δέ τινες τὸν κασσιτήρινον λίθον εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὡς ἐκ δύο συγκείμενον φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος. Εἰ δέ τις τὴν τοῦ Χριστοῦ πίστιν ἢ τὸν Χριστὸν αὐτὸν θεωρῆσαι βούλεται γνωστικώτερον, μόλιβός ἐστιν ἡ πίστις καὶ αὐτὸς ὁ Χριστός, ὡς παιδεύων ψυχὴν καὶ κολάζων σάρκα καὶ τιμωρούμενος πάθη καὶ κατακρίνων δαίμονας, ἄργυρος δέ, ὡς νοῦν λαμπρύνων ταῖς ἀρεταῖς καὶ δοξάζων ταῖς γνώσεσι καὶ τῇ θεώσει ποιῶν αὐτὸν φῶς, τοῦ πρώτου φωτὸς ἀπεικόνισμα. Κατὰ ταύτην τὴν ἔννοιαν ἐκληπτέον καὶ τὴν ἐξ αὐτοῦ γινομένην πτῶσιν καὶ ἀνάστασιν· πτῶσιν γὰρ ποιεῖται σαρκὸς ἤγουν σαρκικοῦ φρονήματος καὶ παθῶν καὶ ἁμαρτίας καὶ δαιμόνων, ἀνάστασιν δὲ νοὸς ἤγουν πνευματικοῦ φρονήματος καὶ φυσικῶν δυνάμεων καὶ ἀρετῆς καὶ τῶν συνεκτικῶν τῆς γνώσεως λογισμῶν. Καὶ ἁπλῶς, ὅλου τοῦ παλαιοῦ κατὰ τὸν Ἀδὰμ ἀνθρώπου καὶ τοῦ γράμματος τοῦ νόμου ἐν τοῖς ἀξίοις ποιεῖται πτῶσιν ὁ Λόγος, καὶ τοῦ νέου κατ᾽ αὐτὸν ἀνθρώπου καὶ τοῦ πνεύματος τοῦ νόμου ἀνάστασιν.

Τυχὸν δὲ καὶ διὰ τοῦτο κασσιτηρίνῳ λίθῳ κατὰ τὴν Γραφὴν παρεικάζεται ἡ πίστις τῶν ἐν τοῖς μελαίνουσιν(28) αὐτῆς τὴν ἀρετὴν ἢ τὴν γνῶσιν δυναμένων πάλιν διὰ μετανοίας κατὰ πρᾶξιν καὶ θεωρίαν λαμπρύνεσθαι καὶ τὴν οἰκείαν αὖθις ἀπολαμβάνειν φωτεινὴν τοῦ βίου διαύγειαν.

(14Γ_038> ΣΧΟΛΙΑ 1. Πρακτικῆς ἀρετῆς τέλος εἶναί φασι τό ἀγαθόν· τοῦτο δέ, θείας ἐνεργείας

ὑπάρχει συμπλήρωσις· πρός ἥν ἄγει τό λογικόν τῆς ψυχῆς, τῷ τε θυμῷ καί τῇ ἐπιθυμίᾳ κατά φύσιν χρώμενον· ἐν ᾗ τό καθ᾿ ὁμοίωσιν πέφυκεν ἀναφαίνεσθαι κάλλος. Θεωρητικῆς δέ φιλοσοφίας τέλος εἶναί φασι τήν ἀλήθειαν, ἥτις ἀμερῶς τῶν περί Θεόν ἁπάντων ἑνοειδής ἐστι γνῶσις· πρός ἥν ὁ καθαρός φέρεται νοῦς, ἀποσβέσας ἑαυτοῦ παντελῶς τήν κατ᾿ αἴσθησιν κρίσιν· ἐν ᾗ γνώσει δῆλον ἀκίβδηλον τό τῆς θείας εἰκόνος ἀξίωμα δείκνυται.

2. Τάς μέν γυναῖκας εἰς ἀρετάς, ὧν ἡ ἀγάπη τέλος ἐστίν ἐθεώρησεν· τήν ἀλήθειαν δέ, πρός τήν ἄποσον ἀνήγαγε γνῶσιν· ὧν, ἀγάπης τέ φησι καί γνώσεως, ὁ βασιλεύων τῆς φύσεως ἐπιγνούς τόν χαρακτῆρα νόμος, ἀποβάλλεται καθάπερ οἶνον, τήν τῶν παθῶν τῆς σαρκός ἡδονήν· καί ὥσπερ βασιλέα, τήν πάντων ἀσχέτως κατοιομένην δοξομανίαν.

3. Ἡ κατ᾿ ἀρετήν διάθεσις, φησίν, πρόσωπόν ἐστι τοῦ θεωρητικοῦ νοός, ὡς εἰς οὐρανόν, πρός τό ὕψος τῆς ἀληθινῆς ἐπαιρόμενον γνώσεως.

4. Ἄλλη περί τοῦ αὐτοῦ θεωρία, καθ᾿ ἥν τήν ἐν οὐρανοῖς ἀπογραφήν λέγει μόνων ἐκείνων εἶναι, τῶν κατά πρόθεσιν ὅλους ἑαυτούς ἀπογράφεσθαι τῷ καλάμῳ