1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

178

τῇ προσθήκῃ τοῦ πόθου τὸν τῆς φύσεως καταφαιδρύνουσα νόμον. Νόμος γὰρ φύσεώς ἐστι(49) λόγος φυσικός, τοῖς τρόποις τὴν αἴσθησιν λαβὼν ὑποχείριον. Γραπτὸς δὲ νόμος ἐστίν, ἤγουν γραπτοῦ νόμου πλήρωσις, λόγος φυσικὸς προσλαβὼν πόθον πνευματικὸν τῆς πρὸς τὸ συγγενὲς ἀλληλουχίας ἐπίκουρον. ∆ιό φησιν· «ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν», ἀλλ᾽ οὐ 'σχοίης τὸν πλησίον σου ὡς ἑαυτόν'. Τὸ μὲν γὰρ τὴν πρὸς τὸ εἶναι μόνον δηλοῖ τοῦ συγγενοῦς συνοχήν(50), τὸ δὲ τὴν πρὸς τὸ εὖ εἶναι σημαίνει πρόνοιαν.

(14Γ_348> Ὁ δὲ τῆς χάριτος νόμος αὐτὸν ἀμέσως διδάσκει τοὺς ἀγομένους μιμεῖσθαι τὸν Θεόν, ὃς τοσοῦτον ὑπὲρ ἑαυτὸν ἡμᾶς, εἰ θέμις εἰπεῖν καὶ ταῦτα, διὰ τὴν ἁμαρτίαν ὄντας ἐχθρούς, ἠγάπησεν, ὥστε καὶ εἰς τὴν καθ᾽ ἡμᾶς οὐσίαν ἐλθεῖν ἀτρέπτως, ὑπὲρ πᾶσαν οὐσίαν ὄντα καὶ φύσιν, ὑπερουσίως καταδέξασθαι καὶ ἄνθρωπον γενέσθαι καὶ τῶν ἀνθρώπων ἕνα χρηματίσαι βούλεσθαι καὶ τὴν ἡμετέραν κατάκρισιν οἰκείαν ποιήσασθαι μὴ παραιτήσασθαι καὶ τοσοῦτον ἡμᾶς θεῶσαι κατὰ τὴν χάριν, ὅσον κατ᾽ οἰκονομίαν αὐτὸς φύσει γέγονεν ἄνθρωπος, ἵνα μὴ μόνον μάθωμεν ἀλλήλων ἀντέχεσθαι φυσικῶς καὶ ὡς ἑαυτοὺς ἀλλήλους ἀγαπᾶν πνευματικῶς, ἀλλὰ καὶ ὑπὲρ ἑαυτοὺς ἀλλήλων κήδεσθαι θεϊκῶς καὶ ταύτην τῆς εἰς ἀλλήλους ἀγάπης ἀπόδειξιν ποιεῖσθαι τὸ κατ᾽ ἀρετὴν ὑπὲρ ἀλλήλων τὸν ἑκούσιον προθύμως αἱρεῖσθαι θάνατον. «Οὐκ ἔστι γὰρ ταύτης ἄλλη μείζων ἀγάπη», φησίν, «ἵνα τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τοῦ φίλου αὐτοῦ».

Οὐκοῦν ὁ μὲν τῆς φύσεως νόμος ἐστίν(51), ἵνα συνελὼν εἴπω, λόγος φυσικός, τὴν αἴσθησιν λαβὼν ὑποχείριον πρὸς ἀφαίρεσιν τῆς ἀλογίας, καθ᾽ ἣν τῶν φυσικῶς συνημμένων ἐστὶν ἡ διαίρεσις· ὁ δὲ γραπτὸς νόμος ἐστὶ λόγος φυσικός, μετὰ τὴν κατ᾽ αἴσθησιν τῆς ἀλογίας ἀφαίρεσιν προσλαβὼν καὶ πόθον πνευματικόν, τῆς πρὸς τὸ συγγενὲς ἀλληλουχίας συνεκτικόν· ὁ δὲ τῆς χάριτος νόμος ὑπὲρ φύσιν καθέστηκε λόγος, πρὸς θέωσιν ἀτρέπτως τὴν φύσιν μεταπλάττων καὶ ὡς ἐν εἰκόνι δεικνὺς ἀκαταλήπτως τῇ φύσει τῶν ἀνθρώπων τὸ ὑπὲρ οὐσίαν καὶ φύσιν ἀρχέτυπον καὶ τὴν τοῦ ἀεὶ εὖ εἶναι διαμονὴν παρεχόμενος.

Εἰ δὲ τοῦτον ἔχει τὸν τρόπον ὁ περὶ τῶν τριῶν νόμων λόγος, (14Γ_350> εἰκότως ἡ μεγάλη τοῦ Θεοῦ πόλις Ἐκκλησία, ἤγουν ἡ τοῦ καθ᾽ ἕκαστον ψυχή, πορείας ὁδοῦ τριῶν καθέστηκεν ἡμερῶν(52), ὡς δεκτικὴ καὶ χωρητικὴ τῆς κατὰ φύσιν καὶ νόμον καὶ πνεῦμα δικαιοσύνης. Ἐν τούτοις γὰρ τοῖς τρισὶ νόμοις ὁ πᾶς περιέχεται τῆς Ἐκκλησίας διάκοσμος, πλάτει τε τῷ κατ᾽ ἀρετὴν καὶ μήκει τῷ κατὰ γνῶσιν καὶ τῷ κατὰ σοφίαν βάθει τῆς μυστικῆς θεολογίας περιγραφόμενος. Ἀλλὰ ταύτης κατὰ διάθεσιν, ὡς ὁ τῶν Ἰουδαίων λαός, μὴ χωρισθῶμεν τῆς πόλεως, τὸ σῶμα, καθάπερ σκηνήν, στέργοντες καὶ τὴν πρόσκαιρον τοῦ σώματος, ὥσπερ κολόκυνταν, ἡδονὴν περιέποντες, ἵνα μὴ τῆς συνειδήσεως ὁ σκώληξ πλήξας ἀποξηράνῃ τὴν καθ᾽ ἡδονὴν ἠπατημένην διάθεσιν καὶ ἡ διὰ τῶν ἀκουσίων πειρασμῶν ἐπελθοῦσα, καθάπερ πνεῦμα καύσωνος, τῶν κακῶς ἡμῖν βεβιωμένων ἔκτισις, ἀπειπώμεθα τὴν ζωὴν καὶ πρὸς τὴν θείαν δυσανασχετήσωμεν κρίσιν.

Ἕκαστος γὰρ ἡμῶν τῶν ἡττημένων τῇ ἀπάτῃ τῶν ὑλικῶν καὶ ταῖς ἡδοναῖς χαιρόντων τοῦ σώματος(53), σκώληκος δίκην, τοῦ Θεοῦ τὸν Λόγον δέχεται, κατὰ συνείδησιν αὐτὸν πλήττοντα τέως, καί, ῥίζης δίκην κολοκύντης, τὴν πρὸς τὴν ἡδονὴν αὐτοῦ διεσθίοντα σχέσιν καὶ οὕτως διὰ τῆς τελείας ἀνατολῆς τοῦ φωτισμοῦ τῶν λογίων τοῦ Πνεύματος ἀποξηραίνοντα τὴν καθ᾽ ἁμαρτίαν ἐνέργειαν, καὶ πνεύματι καύσωνος, τῇ μνήμῃ τῶν αἰωνίων κολάσεων, καθάπερ κεφαλήν, τὴν κατ᾽ αἴσθησιν ἐν ταῖς προσβολαῖς ἀρχὴν τῶν παθῶν τῆς κακίας πατάσσοντα, ἵνα μάθωμεν προνοίας λόγους καὶ κρίσεως(54), τῶν προσκαίρων, ὧν τῇ στερήσει λυπεῖσθαι τὸ γένος εἴωθεν τῶν ἀνθρώπων, τὰ αἰώνια προκρινούσης. Εἰ γὰρ τὸν ἄνθρωπον διὰ τὴν σκηνὴν καὶ τὴν κολόκυνταν λυπούμενον, λέγω δὲ τὴν σάρκα καὶ