1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

177

ὡραιότητα τῆς φύσεως ἀνενεώσατο, πάλιν τὸ κάλλος ἐν τῇ φύσει κατὰ τὴν ἀνάστασιν δείξας τῆς ἀφθαρσίας ἄγαν λειότατον καὶ μηδενὶ τὸ παράπαν ὑλικῷ τραχυνόμενον. Ἁρμόσει δὲ καὶ πρὸς τὴν κοινὴν φύσιν τοῦτο λεγόμενον καὶ πρὸς τὴν ἁγίαν Ἐκκλησίαν καὶ πρὸς τὴν τοῦ καθ᾽ ἕκαστον ψυχὴν ἀποθεμένην διὰ πίστεως καὶ ἀγαθῆς συνειδήσεως τοῦ παλαιοῦ Ἀδὰμ καὶ χοϊκοῦ τὴν εἰκόνα καὶ ἐνδυσαμένην τὴν εἰκόνα τοῦ ἐπουρανίου.

Τοιγαροῦν δέδεικται σαφῶς ὅτι πολύτροπον ἔχει τὴν ἐπ᾽ αὐτῷ θεωρίαν ὁ προφήτης κατὰ τὴν δύναμιν τοῦ ὀνόματος, τοῖς τόποις δηλονότι τῆς αὐτοῦ Γραφῆς προσφόρως ἑκάστης ἁρμοζούσης κατὰ τὴν ἑρμηνείαν ἐμφάσεως. Σημαίνει γάρ(44), ὡς μὲν 'φυγὴ κάλλους' ἑρμηνευόμενος, τὸν Ἀδὰμ καὶ τὴν κοινὴν φύσιν, ὡς δὲ 'ἀνάπαυσις' καὶ 'ἴασις Θεοῦ' καὶ 'πόνος Θεοῦ' λεγόμενος, τὸν Κύριον ἡμῶν καὶ Θεὸν κατὰ τὴν ἀποδοθεῖσαν τῆς ἐξηγήσεως δύναμιν· τὴν δὲ τοῦ κηρύγματος 'χάριν' διὰ τὸν ἐν αὐτῇ πλοῦτον (14Γ_344> τοῦ Πνεύματος μηνύων 'περιστερὰ' λέγεται καὶ 'δόμα Θεοῦ' καὶ 'πόνος Θεοῦ' διὰ τοὺς πολλοὺς ἀγῶνας τῶν γενομένων ταύτης τῆς ἀληθοῦς κλήσεως λειτουργῶν· τὴν δὲ τῶν Ἰουδαίων κατὰ τῆς ἀληθείας ὑπεμφαίνων μανίαν ἑρμηνεύεται 'διαπόνησις αὐτῶν,' ὅπερ ἐστὶ φθόνος ἐπ᾽ ἀλλοτρίοις ἀγαθοῖς, τίκτων λύπην τοῖς ἔχουσιν· ὅπερ κακὸν εἰς φύσιν τοῖς Ἰουδαίοις μετέπεσε, τὸ πρὸς Θεὸν καὶ ἀνθρώπους μῖσος ἀνελομένοις καὶ διὰ τοῦτο μόνην τὴν δι᾽ αἵματος καὶ φόνων ἀνέδην φθορὰν ἐπιζητοῦσι τῆς φύσεως.

Ἀλλ᾽ ἐπειδὴ τρέχων ὁ λόγος τὴν περὶ τῆς πορείας τῶν τριῶν ἡμερῶν θεωρίαν παρέλειψενφησὶ γάρ· «ἡ δὲ Νινευὴ ἦν πόλις μεγάλη τῷ Θεῷ ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν», εἰ δοκεῖ, δι᾽ ὀλίγων τὴν ἔλλειψιν ἀναπληρώσωμεν.

Τὴν τοίνυν πορείαν τῆς ὁδοῦ τῶν τριῶν ἡμερῶν ὑποληπτέον εἶναι τοὺς διαφόρους βίους δρόμου τοῦ κατὰ Θεόν, ἤγουν τὴν ἑκάστῳ γενικῷ νόμῳ πρέπουσαν ἀγωγήν· νόμους δὲ λέγω νῦν γενικούς, τὸν φυσικὸν καὶ τὸν γραπτὸν καὶ τὸν τῆς χάριτος· ἰδιάζουσαν γὰρ τούτων ἕκαστος ἀναστροφὴν ἔχει βίου καὶ δρόμον πρόσφορον, ὅτι καὶ τὴν ἐξ αὐτοῦ κατὰ τὴν γνώμην γεννωμένην τῶν ἀγομένων διάθεσιν ἔχει διάφορον. Ἄλλην γὰρ ἄλλος ἑκάστῳ τῶν ὑπ᾽ αὐτὸν πέφυκε δημιουργεῖν τὴν διάθεσιν(45). Οἷον· ὁ μὲν φυσικὸς νόμος(46), ὅταν οὐκ ἔχῃ πλεονεκτοῦσαν τὸν λόγον τὴν αἴσθησιν, ἀδιδάκτως ἀσπάζεσθαι πάντας πείθει τὸ συγγενὲς καὶ ὁμόφυλον, αὐτὴν ἔχοντας τὴν φύσιν τῆς τῶν δεομένων ἐπικουρίας διδάσκαλον, κἀκεῖνο βούλεσθαι πᾶσιν ἅπαντας, ὅπερ ἕκαστος ἑαυτῷ παρὰ τῶν ἄλλων γινόμενον εἶναι δοκεῖ καταθύμιον. Καὶ τοῦτο διδάσκων ὁ Κύριός φησιν· «ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ὁμοίως καὶ ὑμεῖς ποιεῖτε (14Γ_346> αὐτοῖς». Ἐφ᾽ ὧν γὰρ ἡ φύσις λόγῳ βραβεύεται(47), τούτων μία πέφυκεν εἶναι διάθεσις· ὧν δὲ διάθεσις ἡ αὐτή, καὶ ὁ κατ᾽ ἦθος τρόπος καὶ ὁ τοῦ βίου δρόμος εἷς ὑπάρχειν προδήλως πέφυκεν· ὧν δὲ τρόπος ἠθῶν καὶ βίου δρόμος ἐστὶν ὁ αὐτός, εἷς δηλονότι καὶ ὁ αὐτὸς κατὰ τὴν γνώμην τῆς πρὸς ἀλλήλους σχέσεως ὑπάρχει δεσμός, κατὰ μίαν τὴν γνώμην ἄγων τοὺς πάντας πρὸς τὸν ἕνα λόγον τῆς φύσεως, ἐν ᾧ παντελῶς οὐκ ἔστιν ἡ νῦν κρατοῦσα τῆς φύσεως διὰ τὴν φιλαυτίαν διαίρεσις.

Ὁ δὲ γραπτὸς νόμος(48) φόβῳ τῶν ἐπιτιμιῶν ἐπέχων τὰς ἀτάκτους τῶν ἀφρονεστέρων ὁρμὰς ἐθίζει, διδάσκων πρὸς μόνην αὐτοὺς ὁρᾶν τὴν τοῦ ἴσου διανομήν, καθ᾽ ἣν τῆς δικαιοσύνης τὸ κράτος, χρόνῳ βεβαιωθέν, εἰς φύσιν μεθίσταται, ποιοῦν τὸν μὲν φόβον διάθεσιν, ἠρέμα κατὰ μικρὸν τῇ περὶ τὸ καλὸν γνώμῃ κρατυνομένην, ἕξιν δὲ τὴν συνήθειαν, τῇ λήθῃ τῶν προτέρων καθαιρομένην καὶ τὸ φιλάλληλον ἑαυτῇ συναποτίκτουσαν, καθ᾽ ὃ τοῦ νόμου γίνεσθαι τὸ πλήρωμα πέφυκεν, πάντων ἀλλήλοις κατὰ τὴν ἀγάπην συναρμοσθέντων. Πλήρωμα γὰρ νόμου καθέστηκεν ἡ κατ᾽ ἀγάπην διάλληλος συνοχὴ πάντων τῶν μετειληφότων τῆς φύσεως, φέρουσα τῷ κατ᾽ ἀγάπην πόθῳ κατεστεμμένον τὸν λόγον τῆς φύσεως καὶ