1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

127

ἡγουμένους τῶν πατριῶν, φάσκοντας διαρρήδην μεγάλῃ τῇ φωνῇ τοῖς ἀπαταιῶσι πνεύμασι τῆς ὑπερηφανίας καὶ τῆς κενοδοξίας καὶ τῆς ἀνθρωπαρεσκείας καὶ τῆς ὑποκρίσεως· Οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ Κυρίῳ τοῦ Ἰσραήλ, γινώσκων ὡς ἡ τούτων ἐπιμιξία τῆς ὅλης οἰκοδομῆς ποιεῖται φθορὰν καὶ καθαίρεσιν, καὶ συλᾷ τῆς τῶν θείων ἀναθημάτων εὐπρεπείας τὴν χάριν; Οὐδεὶς γὰρ δύναται, τινὰ τῶν εἰρημένων δαιμόνων ἔχων τὴν ἀρετὴν συμμετερχόμενον, ταύτην τῷ Κυρίῳ οἰκοδομῆσαι· οὐ γὰρ ἔχει τὸν Θεὸν τῶν γινομένων τέλος, ὃν θεώμενος ταύτην διέξεισιν, ἀλλὰ τὸ πάθος, ὅπερ διὰ ταύτης συνίστησι. Οὐ φθονοῦντες οὖν οἱ ἀπὸ τῆς αἰχμαλωσίας οὐ κατεδέξαντο τοὺς Βαβυλωνίους καὶ τοὺς Χουθαίους καὶ τοὺς Αἱμαθαίους καὶ τοὺς Εὐαίους συνοικοδομοῦντας αὐτοῖς τὸν τοῦ Κυρίου ναόν, ἀλλ᾽ ἐπεγνωκότες τοὺς φιλικοὺς δόλους τῆς τῶν (14Γ_128> δαιμόνων κακουργίας, διὰ τοῦ ἀγαθοῦ λεληθότως αὐτοῖς βουλομένης κατεργάσασθαι τῆς ἁμαρτίας τὸν θάνατον.

Γένοιτο δὲ καὶ ἡμᾶς ἀεὶ λέγειν τοῖς ἐν πλάσματι φιλίας πνευματικῆς ἀοράτως προσβάλλουσι πνεύμασι τῆς πονηρίας καὶ λέγουσι Συνοικοδομήσωμεν ὑμῖν τὸν ναὸν τῷ Κυρίῳ ὑμῶν· Οὐχ ὑμῖν καὶ ἡμῖν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν τῷ Κυρίῳ τοῦ Ἰσραήλ. Μόνοι μέν, ὅτι τῶν κατ᾽ ἔλλειψιν τῇ ἀρετῇ πολεμούντων ἐλευθερωθέντες πνευμάτων(15), ὧν καὶ ἐκβεβήκαμεν, οὐ βουλόμεθα ταῖς ὑπερβολαῖς δι᾽ ὑμῶν ἐπαρθέντας πάλιν περιπαρῆναι καὶ πεσεῖν πτῶσιν τοσοῦτον τῆς προτέρας χαλεπωτέραν, ὅσον τῆς μὲν ἦν ἐπανόδου ἐλπὶς εὐχερὴς συγγνωσθεῖσι διὰ τὴν ἀσθένειαν, τῆς δὲ ἢ οὐκ ἔστιν ἢ δυσχερὴς ἔσται(16) μισηθεῖσι διὰ τὴν ὑπερηφανίαν καὶ τοῦ δεξιοῦ ποιουμένοις ἕτερόν τι δεξιώτερον· οὐ μόνοι δὲ πάλιν, ὅτι τοὺς ἁγίους ἀγγέλους ἔχομεν τῶν καλῶν συλλήπτορας, μᾶλλον δὲ τὸν Θεὸν αὐτὸν ἐν ἡμῖν ἑαυτὸν ἐμφανίζοντα διὰ τῶν ἔργων τῆς δικαιοσύνης καὶ ἡμᾶς ἑαυτῷ ναὸν ἅγιον οἰκοδομοῦντα καὶ παντὸς πάθους ἐλεύθερον.

ΣΧΟΛΙΑ 1. Ὅτι διχῶς ἐξομολόγησις. 2. Ὅτι πᾶσα, φησίν, ἐξομολόγησις ταπεινοῖ τήν ψυχήν· ἡ μέν, χάριτι

δικαιωθεῖσαν, ἡ δέ, ἀθυμίᾳ γνώμης οἰκείας ἐπ᾿ ἐγκλήμασιν ἐνεχομένην αὐτήν ἐκδιδάσκουσα.

3. Ὁ πενθῶν ἐπί τοῖς πρώτοις ἁμαρτήμασι, καί τελείως ἔχων γεννῶσαν αὐτόν ἀεί εἰς δικαιοσύνην τήν εἰς Θεόν πίστιν καί πᾶσαν ἀρετῆς ὑποτύπωσιν τόν ἑαυτοῦ παρεχόμενον (14Γ_130> βίον καί λόγον, τῆς τοῦ Βενιαμίν πνευματικῆς ἑαυτόν κατέστησε φυλῆς, γνώμης ἔργον, ἀλλ᾿ οὐκ ἀνάγκης τήν κατά Θεόν ὑπάρχουσαν δείξας γέννησιν. ∆εξιᾶς γάρ υἱός ἐστιν, ὁ τήν κατά Θεόν γνωμικήν ἑκουσίως ὑπερχόμενος γέννησιν.

4. Τούς Βαβυλωνίους λέγει τήν ὑπερηφάνειαν, ὡς συγκεχυμένην ὑπάρχουσαν φρόνησιν. Τό γάρ τῆς ὑπερηφανείας πάθος ἐκ δύο συνέστηκεν ἀγνοιῶν. ∆ύο δέ συνελθοῦσαι πρός ἕνωσιν ἄγνοιαι, μίαν φρόνησιν συγκεχυμένην ἀποτελοῦσι. Μόνος γάρ ἐκεῖνός ἐστιν ὑπερήφανος, ὁ καί τήν θείαν βοήθειαν, καί τήν ἀνθρωπίνην ἀγνοήσας ἀσθένειαν. Οὐκοῦν ὑπερηφάνειά ἐστι θείας καί ἀνθρωπίνης γνώσεως στέρησις. Τῇ γάρ τῶν ἀληθῶς ἄκρων ἀποφάσει, μία ψευδής ὑπάρχει κατάφασις.

5. Τούς Χουθαίους λέγει τήν κενοδοξίαν. Σκοποῦ γάρ τοῦ κατά Θεόν ἔκστασις, καί πρός ἄλλον σκοπόν παρά τόν θεῖόν ἐστιν ἡ κενοδοξία μετάβασις. Κενόδοξος γάρ ἐστιν ὁ τῆς οἰκείας, ἀλλά μή τῆς θείας ἕνεκα δόξης τήν ἀρετήν ἐπιτηδεύων, καί πόνοις οἰκείοις τούς ἐξ ἀνθρώπου ἀνυποστάτους ἐπαίνους ὠνούμενος.