1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

92

μιμούμενος, καὶ διὰ προσευχῆς βοῆσαι πρὸς τὸν Θεὸν καὶ εἰσακουσθῆναι καὶ δέξασθαι ἄγγελον, λέγω δὲ σοφίας μείζονος λόγον καὶ γνώσεως, ἐν τῷ καιρῷ τῆς τῶν πονηρῶν δαιμόνων ἐπαναστάσεως, καὶ ἐκτρίψαι πάντα δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγόν, τουτέστι τὰς ἐμπαθεῖς τῆς ἐπιθυμίας καὶ τοῦ θυμοῦ κινήσεις καὶ τῶν αἰσθητῶν τὴν προσπάθειαν καὶ τὸν καθάπερ στρατηγὸν ἐπινοοῦντα τοὺς καθ᾽ ἁμαρτίαν τρόπους λογισμόν, καὶ οὕτως ἐν εἰρήνῃ γενέσθαι διὰ τῆς ἀπαλλαγῆς τῶν παθῶν καὶ σχολάσαι τῇ τῶν ὄντων θεωρίᾳ, καὶ δέξασθαι τοὺς συνεκτικοὺς τῆς γνώσεως λόγους καθάπερ δῶρα καὶ τοὺς τῶν ἀρετῶν συστατικοὺς τρόπους καθάπερ δόματα πρός τε δόξαν Θεοῦ καὶ προκοπὴν ἑαυτοῦ παρὰ πάσης αὐτῷ προσφερομένους τῆς κτίσεως, καὶ μετὰ τοῦτο πρεπόντως κατ᾽ ὀφθαλμοὺς ὑπεραρθῆναι πάντων τῶν ἐθνῶν, τουτέστι ὑπεράνω πάντων τῶν παθῶν κατὰ τὴν ἀρετὴν καὶ πάντων τῶν κτισμάτων γενέσθαι κατὰ τὴν γνῶσιν, καὶ φυλάξαι διὰ μετριοφροσύνης τὴν χάριν τῆς σωτηρίας, καὶ μὴ παθεῖν τὰ τούτοις κατὰ τὴν Γραφὴν ἑπόμενα.

ΣΧΟΛΙΑ α΄. Τριῶν τούτων ἕνεκεν ἐγκατέσπειρεν ὁ Θεός τῇ ὁρωμένῃ φύσει λόγους

πνευματικούς καί τρόπους ἀγωγῆς ἀστείας· ὥστε κηρύττεσθαι τόν Ποιητήν τῶν κτισμάτων, καί ὥστε τόν ἄνθρωπον τοῖς κατά φύσιν θεσμοῖς τε καί τρόποις παιδαγωγούμενον, εὑρεῖν εὐμαρῶς τήν πρός αὐτόν ἄγουσαν τῆς δικαιοσύνης ὁδόν· καί ἵνα μηδείς τῶν ἀπίστων, πρόφασιν ἀπολογίας ἔχῃ τήν ἄγνοιαν.

1. Μέσα Θεοῦ καί ἀνθρώπων εἰσί τά αἰσθητά καί τά νοητά· ὧν ὑπεράνω γίνεται χωρῶν πρός Θεόν ὁ ἀνθρώπινος (14Β_386> νοῦς· τοῖς μέν αἰσθητοῖς κατά τήν πρᾶξιν μή δουλούμενος· τοῖς νοητοῖς δέ κατά τήν θεωρίαν μηδόλως κρατούμενος.

2. Ὅτι κατήγορος ἡ κτίσις γίνεται, φησίν, τῶν ἀσεβῶν ἀνθρώπων· διά μέν τῶν ἐν αὐτῇ λόγων τόν ἑαυτῆς κηρύττουσα Ποιητήν· διά δέ τῶν ἐν αὐτῇ κατ᾿ εἶδος ἕκαστον φυσικῶν νόμων πρός ἀρετήν παιδαγωγοῦσα τόν ἄνθρωπον. Οἱ μέν οὖν λόγοι ἐν τῇ συνοχῇ τῆς τοῦ καθέκαστον εἴδους γνωρίζονται μονιμότητος· οἱ δέ νόμοι, ἐν τῇ ταυτότητι φαίνονται τῆς τοῦ καθέκαστον εἴδους φυσικῆς ἐνεργείας· οἷς μή ἐπιβάλλοντες κατά τήν ἐν ἡμῖν νοεράν δύναμιν, τήν τε τῶν ὄντων ἠγνοήσαμεν αἰτίαν, καί πᾶσι τοῖς παρά φύσιν προστετήκαμεν πάθεσιν.

3. Ὁ ἄνθρωπος τούς πνευματικούς τῶν ὁρωμένων λόγους κατανοῶν διδάσκεται, ὡς ἔστι τῶν φαινομένων Ποιητής· τήν τοῦ ὁποῖός ἐστιν ἔννοιαν, ὡς ἀνέφικτον ἀφείς ἀνεξέταστον. Τήν γάρ ὅτι Ποιητής, ἀλλ᾿ οὐχ ὁποῖός ἐστιν ὁ Ποιητής ὁρωμένη σοφῶς ἡ κτίσις παρέχει κατάληψιν. ∆ιόπερ δῶρα μέν κέκληκεν ἡ Γραφή τούς λόγους τῶν ὁρωμένων, ὡς τῆς κατά πάντων δεσποτείας μηνυτικούς· δόματα δέ, τούς φυσικούς αὐτῶν νόμους, δι᾿ ὧν ὁποῖόν τι τῶν ὄντων ἕκαστον ὑπάρχει κατ᾿ εἶδος γνωριζόμενον διδάσκει τόν ἄνθρωπον, ἀλλοτρίῳ νόμῳ μή παραφθείρειν τόν κατά φύσιν.

4. Κατά δωρεάν φησίν τήν Θεόν εἰλήφαμεν πίστιν, γνῶσιν ὑπάρχουσαν ἀμέσως περί Θεόν ἱδρυμένην· ἥτις ἀναπόδεικτον ἔχει τήν ἐπιστήμην. Ἐλπιζομένων γάρ ἐστιν ὑπόστασις πραγμάτων, οὕπω γνώσει τῶν ὄντων τινός περιληφθέντων.

5. Ἀρετῆς μέν προεισφέρεται πίστις, φησίν· ἀρετή δέ, γνώσεως· πίστεως δέ, παντελῶς οὐδέν. Ἀρχή γάρ τῶν ἐν ἀνθρώποις (14Β_388> καλῶν ἡ πίστις· ἧς οὐδέν παρ᾿ ἡμῶν προεισάγεσθαι πέφυκεν.

6. Οὐδέν φησίν ἐστιν πίστεως ἰσοστάσιον. 7. Συνηγόρους τῆς εἰς τόν Θεόν πίστεως τούς τῶν ὄντων ὁ γνωστικός νοῦς

δέχεται λόγους φησίν, ἀλλ᾿ οὐ ποιητικούς τῆς πίστεως. Οὐκ εἰσί γάρ ἀρχή τῆς πίστεως οἱ λόγοι τῶν γεγονότων· ἐπεί καί περιγραπτόν ἔσται τό πιστευόμενον. Οὗ