1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

137

ψυχῶν σωτηρίαν καὶ ἐξερευνῶντας τοὺς ταύτης πνευματικοὺς τῆς σωτηρίας λόγους (14Γ_172> τε καὶ τρόπους ὁδηγεῖ πρὸς κατανόησιν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἐῶν ἀκίνητον ἐν αὐτοῖς μένειν καὶ ἀνενέργητον τὴν δι᾽ ἧς ἐκζητεῖν τὰ θεῖα πεφύκασι δύναμιν.

Πρῶτον μὲν αὐτοὺς διδάσκον ζητῆσαι τὴν κατὰ τὴν ἁμαρτίαν τῆς προαιρέσεως ἢ τὴν κατὰ τὴν προαίρεσιν τῆς ἁμαρτίας νέκρωσιν καὶ τὴν κατὰ τὴν ἀρετὴν τῆς προαιρέσεως ἢ τὴν κατὰ τὴν προαίρεσιν τῆς ἀρετῆς ἀναβίωσιν, ἐρευνῆσαι δὲ τῆς κατὰ τὴν ἁμαρτίαν τῆς προαιρέσεως ἢ τῆς κατὰ τὴν προαίρεσιν τῆς ἁμαρτίας νεκρώσεως τοὺς τρόπους, ὡσαύτως δὲ καὶ τῆς κατὰ τὴν ἀρετὴν τῆς προαιρέσεως ἢ τῆς ἀρετῆς κατὰ τὴν προαίρεσιν ἀναστάσεως τοὺς λόγους· δι᾽ ὧν, τρόπων τέ φημι καὶ λόγων, ἡ κατὰ τὴν προαίρεσιν τῆς ἁμαρτίας ἢ ἡ κατὰ τὴν ἁμαρτίαν τῆς προαιρέσεως νέκρωσις καὶ ἡ κατὰ τὴν προαίρεσιν τῆς ἀρετῆς ἢ τῆς προαιρέσεως κατὰ τὴν ἀρετὴν ἀνάστασις γίνεσθαι πέφυκεν, ἔχουσα προδήλως κατὰ τὸν αἰῶνα τοῦτον, ὃν καιρὸν προσηγόρευσεν ὁ λόγος, τὰ εἰς Χριστόν, ἤγουν ὑπὲρ Χριστοῦ, περὶ φύσιν παθήματα, ἅπερ αὐτοῖς προεμαρτύρετο τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα γένωνται σύμφυτοι τοῦ θανάτου τοῦ Χριστοῦ κατὰ τὴν νέκρωσιν τῆς ἁμαρτίας καὶ τῆς ἀναστάσεως κατὰ τὴν ἔγερσιν τῆς ἀρετῆς.

∆εῖ γὰρ ὡς ἀληθῶς τὸν σωθησόμενον μὴ μόνον τῇ προαιρέσει νεκρῶσαι τὴν ἁμαρτίαν, ἀλλὰ καὶ αὐτὴν τὴν προαίρεσιν τῇ ἁμαρτίᾳ, καὶ μὴ μόνον ἀναστῆσαι τῇ ἀρετῇ τὴν προαίρεσιν, ἀλλὰ καὶ αὐτὴν τῇ προαιρέσει τὴν ἀρετήν, ἵνα νεκρὰ νεκρᾶς ὅλης ὅλη διαιρεθεῖσα τῆς ἁμαρτίας μὴ αἰσθάνηται καὶ ζῶσα ζώσης ὅλης ὅλη τῆς ἀρετῆς ἐπαισθάνηται καθ᾽ ἕνωσιν ἀδιάσπαστον ἡ προαίρεσις.

Ταῦτα μὲν τυχὸν πρῶτον ζητήσαντες καὶ ἐρευνήσαντες οἱ ἅγιοι διὰ Πνεύματος ἁγίου τὴν πρακτικὴν κατώρθωσαν φιλοσοφίαν· μεθ᾽ ἥν, οἷα δὴ καθαροὶ γεγονότες καὶ παντὸς ἐλεύθεροι μολυσμοῦ, πρὸς τὸ τέλος τῶν ὄντων ὑπὸ τοῦ αὐτοῦ Πνεύματος τὸ νοερὸν ἐκίνησαν ὄμμα τῆς ψυχῆς, ἐκζητοῦντες (14Γ_174> μετὰ τὴν προαιρετικὴν ἀνάστασιν καὶ τὴν τῆς φύσεως ἀφθαρσίαν, καὶ ἐξερευνῶντες τούς τε τρόπους καὶ τοὺς λόγους τῆς κατ᾽ αὐτὴν θεοπρεποῦς ἀθανασίας. Οὐ γὰρ ἐζήτουν ἔτι τὴν ἀνάστασιν τῆς προαιρέσεως, ἣν ἤδη κατὰ τὴν πρακτικὴν λαβόντες εἶχον παρὰ τοῦ Πνεύματος, οὐδὲ τοὺς κατ᾽ αὐτὴν ἠρεύνων τρόπους, οὓς φθάσαντες κατώρθωσαν διὰ τῆς χάριτος, ἀλλ᾽ ἣν οὐκ εἶχον τῆς φύσεως ἐξεζήτουν ἀφθαρσίαν, καὶ τοὺς τρόπους καὶ τοὺς λόγους τῆς κατ᾽ αὐτὴν ἐξηρεύνων θεώσεως, πρὸς ἣν ἠπείγοντο τῆς κατ᾽ αὐτὴν ἐν Χριστῷ δόξης ἐπιθυμοῦντες, ἵνα, ὥσπερ συνέπαθον αὐτῷ κατὰ τὸν αἰῶνα τοῦτον, ὅν, ὡς ἔφην, καιρὸν ὠνόμασεν ὁ λόγος, οὕτως καὶ συνδοξασθῶσι κατὰ τὸν αἰῶνα τὸν μέλλοντα, κληρονόμοι μὲν ὑπὲρ φύσιν Θεοῦ κατὰ τὴν χάριν, συγκληρονόμοι δὲ Χριστοῦ, κατ᾽ οἰκονομίαν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως τὴν ὅλην οἰκειουμένου φύσιν, γινόμενοι.

Θεὸς γὰρ ὑπάρχων φύσει καὶ ἄνθρωπος ὁ Χριστὸς ὑφ᾽ ἡμῶν ὡς Θεὸς ὑπὲρ φύσιν χάριτι κληρονομεῖται κατὰ τὴν ἄρρητον μέθεξιν καί, δι᾽ ἡμᾶς ἐν εἴδει τῷ καθ᾽ ἡμᾶς ὡς ἄνθρωπος ἡμᾶς οἰκειούμενος, ἑαυτὸν κληρονομεῖ σὺν ἡμῖν κατὰ τὴν ἀνεννόητον συγκατάβασιν· ὃν τῷ Πνεύματι μυστικῶς οἱ ἅγιοι προθεωρήσαντες ἐδιδάχθησαν ὡς χρὴ τῆς κατὰ τὸ μέλλον φανησομένης διὰ τὴν ἀρετὴν ἐν Χριστῷ δόξης τὰ εἰς αὐτὸν ὑπὲρ ἀρετῆς κατὰ τὸ παρὸν προκαθηγεῖσθαι παθήματα· ἐρευνῶντες γάρ, φησίν, εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας.

Οὐκοῦν καὶ ἐξεζήτουν καὶ ἐξηρεύνων οὐ μόνον τὴν ἀφθαρσίαν τῆς φύσεως καὶ τοὺς λόγους τῆς κατ᾽ αὐτὴν ἐκθεώσεως, ἀλλὰ δὴ καὶ τὸν καιρὸν καθ᾽ ὃν ἡ διὰ παθημάτων ὑπὲρ (14Γ_176> αὐτῆς δοκιμασία γενήσεται, φανερὰν ποιουμένη τῶν τε κατ᾽ ἀλήθειαν αὐτῆς ἐφιεμένων τὴν διάθεσιν καὶ τῶν καθ᾽ ὑπόκρισιν ἐρᾶν αὐτῆς