1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

139

μετά τινος ἐννοίας διάκρισις· ἐκζήτησις δέ ἐστιν ἡ κατ᾽ ἐπιστήμην τοῦ νοὸς γνωστικὴ πρός τι γνωστὸν μετὰ ποιᾶς, ἤγουν τοιᾶσδε, ἐφέσεως κίνησις· ἐξερεύνησις δέ ἐστιν ἡ τοῦ λόγου κατ᾽ ἐνέργειαν περί τι γνωστὸν μετὰ ποιᾶς, ἤγουν τοιᾶσδε, ἐννοίας διάκρισις· οὕστινας ὅρους ἐπὶ τὰ θεῖα μεταφέροντες, φαμὲν ὅτι ζήτησίς ἐστιν ἡ τοῦ νοῦ πρώτη τε καὶ ἁπλῆ πρὸς τὴν ἰδίαν αἰτίαν μετ᾽ ἐφέσεως κίνησις, ἐρεύνησις δέ ἐστιν ἡ πρώτη τε καὶ ἁπλῆ τοῦ λόγου περὶ τὴν ἰδίαν αἰτίαν μετά τινος ἐννοίας διάκρισις, ἐκζήτησις δὲ πάλιν ἐστὶν ἡ τοῦ νοῦ κατ᾽ ἐπιστήμην γνωστικὴ πρὸς τὴν ἰδίαν αἰτίαν μετά τινος ζεούσης ἐφέσεως κίνησις, ἐξερεύνησις δέ ἐστιν ἡ τοῦ λόγου κατ᾽ ἐνέργειαν τῶν ἀρετῶν περὶ τὴν ἰδίαν αἰτίαν μετά τινος ἔμφρονος καὶ σοφῆς ἐννοίας γινομένη διάκρισις.

Οὐκοῦν καὶ οἱ ἅγιοι προφῆται, περὶ τῆς σωτηρίας τῶν ψυχῶν ἐκζητήσαντές τε καὶ ἐξερευνήσαντες, διάπυρον εἶχον καὶ ζέουσαν μετ᾽ ἐπιστήμης καὶ γνώσεως πρὸς τὸν Θεὸν τὴν τοῦ νοῦ κατ᾽ ἔφεσιν κίνησιν, καὶ ἔμφρονα καὶ σοφὴν τὴν τοῦ λόγου κατὰ τὴν ἐνέργειαν τῶν θείων διάκρισιν· οὓς οἱ μιμούμενοι μετὰ γνώσεως καὶ ἐπιστήμης τὴν τῶν ψυχῶν ἐκζητοῦσι σωτηρίαν, καὶ μετὰ φρονήσεως καὶ σοφίας ἐξερευνῶντες μετέρχονται τὴν ἐν τοῖς θείοις ἔργοις διάκρισιν.

ΣΧΟΛΙΑ 1. Οὔτε ἡ θείας χάρις φησίν ἐνεργεῖ φωτισμούς γνώσεως, οὐκ ὄντος τοῦ κατά

δύναμιν φυσικήν δεχομένου τόν φωτισμόν· (14Γ_182> οὔτε μήν τό δεκτικόν δίχα τῆς χορηγούσης χάριτος τόν φωτισμόν ἐνεργεῖ γνώσεως.

2. Ὁ δίχα πάθους αἰτῶν λαμβάνει τήν τοῦ ἐνεργεῖν δύνασθαι χάριν κατά τήν πρᾶξιν τάς ἀρετάς· καί ὁ ζητῶν ἀπαθῶς, εὑρίσκει κατά τήν φυσικήν θεωρίαν τήν ἐν τοῖς οὖσιν ἀλήθειαν· καί ὁ κρούων ἀπαθῶς τήν θύραν τῆς γνώσεως, ἀκωλύτως εἰς τήν ἀπόκρυφον τῆς μυστικῆς θεολογίας εἰσελεύσεται χάριν.

3. Ὁ νοῦς σοφίας ὄργανόν φησιν· ὁ λόγος, γνώσεως· ἡ κατ᾿ ἄμφω πληροφρία, τῆς κατ᾿ ἄμφω συνισταμένης πίστεως· τοῦ δέ τῶν ἰαμάτων χαρίσματος, ἡ φυσική φιλανθρωπία. Πᾶν γάρ χάρισμα θεῖον, ἐπιτήδειον ἐν ἡμῖν ἔχει καί προσφυές ὥσπερ δύναμιν ἤ διάθεσιν ὄργανον δεκτικόν. Οἷον ὁ τόν νοῦν πάσης αἰσθητῆς φαντασίας ποιήσας καθαρόν, δέχεται σοφίαν· ὁ δέ τόν λόγον τῶν ἐμφύτων παθῶν, θυμοῦ λέγω καί ἐπιθυμίας, καταστάσας ∆εσπότην, δέχεται γνῶσιν· ὁ δέ τήν κατά νοῦν καί λόγον περί τό Θεῖον ἀσάλευτον πληροφορίαν ἔχων, τήν πάντα δυναμένην δέχεται πίστιν· ὁ δέ τήν φυσικήν κατορθώσας φιλανθρωπίαν, μετά τήν τελείαν τῆς φιλαυτίας ἀναίρεσιν, ἰαμάτων δέχεται χαρίσματα.

4. Τό αἰσθητόν φῶς δῆλον ὅτι. 5. Τό πνευματικόν φῶς δῆλον ὅτι. 6. Τῶν πρός Θεόν, δηλονότι κινουμένων. 7. Ὁ τοῦ εἶναι λόγος τόν Θεόν ὡς ἀρχήν φυσικήν ἐπιφέρεται, φησίν· καί ὁ

τοῦ εὖ εἶναι λόγος, τόν Θεόν ὡς τέλος, πρός ὅν ἐπείγεται γνωμικῶς, πᾶς ὁ τήν ἔφεσιν εἰς Θεόν ἀναπλάσαι γλιχόμενος· ὧν ἑνότης ἐστίν, ὁ τοῦ εὖ εἶναι λόγος κατά χάριν παραγινόμενος, καί τόν Θεόν ἐπιφερόμενος, τόν πάσης ἀρχῆς καί τέλους κατά φύσιν ἀνώτερον, ποιοῦντα τούς ἀρχήν ἔχοντας κατά φύσιν καί τέλος ἀνάρχους κατά χάριν καί ἀτελευτήτους.

(14Γ_184> 8. Ἡ κατά χάριν ἐν τῷ ποιῷ πρός θέωσιν μεταποίησις, ἔκβασις τῶν ἀρχῇ τε καί τέλει φυσικῶς περιγεγραμμένων ἐστί.

9. Ἔμφασις μυστικά τῆς ἐσομένης κρίσεως ἀποδεικτική. 10. Πρῶτόν τις ζητεῖ, φησί, τῇ προαιρέσει νεκρῶσαι τήν ἁμαρτίαν, καί τήν

προαίρεσιν τῇ ἁμαρτίᾳ· καί οὕτως ἐρευνᾷ, πῶς δεῖ καί ποίῳ τρόπῳ νεκρῶσαι ταύτας ἀλλήλαις. Καί πάλιν μετά τήν τούτων ἀλλήλαις τελείαν νέκρωσιν, ζητεῖ τήν κατ᾿ ἀρετήν τῆς προαιρέσεως, καί τῆς ἀρετῆς τήν κατά προαίρεσιν ζωήν. Καί οὕτως