1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

55

2. Τό αἷμα κατά θεωρίαν, εἰς τήν γνῶσιν ἔλαβεν, ὡς ὑποτρέφουσαν τό σῶμα τῶν ἀρετῶν.

ΛΖ (37). ΠΕΡΙ ΤΗΣ ∆ΗΞΑΣΗΣ ΤΟΝ ΠΑΥΛΟΝ ΕΧΙ∆ΝΗΣ. 37. ΕΡΩΤΗΣΙΣ ΛΖ' Λέγει εἰς τὰς Πράξεις περὶ τοῦ ἁγίου Παύλου· ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας

ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια καὶ σημικίνθια καὶ ἀπαλλάττεσθαι ἀπ᾽ αὐτῶν τὰς νόσους. Ἆρα γὰρ διὰ τὴν διακονίαν καὶ τοὺς ἀπίστους τοῦτο ἐγίνετο, ἢ ἁγιασθέντος τοῦ σώματος ταῦτα ἐκ τοῦ χρωτὸς αὐτοῦ ἐπετελεῖτο; Καὶ εἰ κατὰ τοῦτο καὶ ἐπὶ τῆς ἐχίδνης οὐδὲν ἔπαθεν, τίνι τῷ λόγῳ τῷ μὲν ἰῷ τοῦ θηρίου οὐχ ὑπέπεσε τὸ σῶμα τοῦ ἁγίου, τῷ δὲ ξίφει ὑπέπεσε; Τὸ δὲ αὐτὸ ζητῶ καὶ ἐπὶ τοῦ σώματος Ἐλισσαίου. Τίνα δὲ τὰ σημικίνθιά εἰσιν;

(14Β_234> Ἀπόκρισις. Οὔτε διὰ μόνην τοῦ ἁγίου Παύλου τὴν ἁγιότητα, οὔτε διὰ μόνην τὴν τῶν

δεχομένων πίστιν ὁ χρὼς τοῦ σώματος αὐτοῦ διὰ τῶν σουδαρίων καὶ τῶν σημικινθίων ἐπετέλει τὰς ἰάσεις, ἀλλ᾽ ὅτιπερ αὐτῷ τε κἀκείνοις ἡ θεία χάρις, ἑαυτὴν ἐπιμερίσασα, φιλανθρώπως ἐν ἐκείνοις διὰ τῆς πίστεως ἐνεργὸν ἐποίει τοῦ ἀποστόλου τὴν ἁγιότητα. Οὕτω μὲν οὖν πάλιν, βουληθείσης τῆς χάριτος, ἀπαθὲς διέμεινεν αὐτοῦ τὸ σῶμα, τῷ ἰῷ τοῦ θηρίου μὴ διαφθειρόμενον, εἴτε τὴν ἐν τῷ ἰῷ τοῦ θηρὸς φθαρτικὴν ποιότητα μεταβαλούσης, εἴτε τὸ σῶμα τοῦ ἁγίου τῆς τοιαύτης δαπανητικὸν φθορᾶς ἀπεργασαμένης, εἴτε κατ᾽ ἄλλον τινὰ τρόπον οἰκονομίας, ὃν οἶδεν ὁ ταῦτα ποιῶν καὶ μετασκευάζων Θεός. Τῷ δὲ ξίφει πάλιν ὑπέπεσε, βουληθείσης τῆς χάριτος. Οὐ γὰρ ἦν κατὰ φύσιν ἀθάνατος, κἂν ἦν διὰ τὴν χάριν θαυματουργός. Εἰ μὲν κατὰ φύσιν ὑπῆρχεν ἀθάνατος, καλῶς ἂν ἐζητοῦμεν τὸν καθ᾽ ὃν παρὰ φύσιν ὑπέπεσε τῷ ξίφει λόγον· εἰ δὲ φύσει καὶ μετὰ τὴν ἁγιότητα διέμεινε θνητός, οὐκ ἔστιν ἀναγκαῖον ζητῆσαι τὸν καθ᾽ ὃν οὐ τοιῶσδε ἀλλὰ τοιῶσδε τὴν ἐν σαρκὶ ζωὴν παρῆλθε λόγον ὁ θεῖος ἀπόστολος. Ὧι γὰρ τρόπῳ βούλεται ὁ τὴν ἑκάστου πρὸ τῶν αἰώνων συμφερόντως διορίσας ζωὴν Θεός, ἕκαστον πρὸς τὸ οἰκεῖον τῆς ζωῆς ἄγει τέλος, εἴτε δίκαιον εἴτε ἄδικον.

Εἰ μὲν οὖν εἷς καὶ ὁ αὐτὸς ἦν φύσεως καὶ χάριτος λόγος, θαύματος ἦν ἄξιον καὶ καταπλήξεως τὸ κατὰ τὴν φύσιν παρὰ τὴν χάριν, ἢ κατὰ τὴν χάριν παρὰ τὴν φύσιν γινόμενον· εἰ δὲ μᾶλλον ἕτερος καὶ ἕτερος φύσεως καὶ χάριτος λόγος, δῆλόν ἐστι καὶ σαφὲς ὅτι, ὡς μὲν ἅγιοι, ἐθαυματούργουν διὰ τὴν χάριν, ὡς δὲ ἄνθρωποι, ἔπασχον διὰ τὴν φύσιν, ἐπειδὴ μὴ ἀνεῖλε τὸ τῆς φύσεως παθητὸν ἡ χάρις, οὐδαμῶς ἀλλήλοις συμφυρέντων τῶν ἐν φύσει καὶ χάριτι λόγων. Οὕτω δεξώμεθα πάντα ποιεῖν κατ᾽ οἰκονομίαν τῶν προνοουμένων ἐν τοῖς ἁγίοις τὴν τοῦ Θεοῦ χάριν καὶ ζῶσι καὶ ἀποθανοῦσιν, ὡς ἐν ὀργάνοις οἰκείοις (14Β_236> τῆς τῶν ἄλλων προνοουμένην σωτηρίας, ἀλλ᾽ οὐ κατὰ φύσιν ταῦτα διὰ τὴν χάριν ἐν τοῖς ἄλλοις ἐνεργοῦντας τοὺς ἁγίους. Τοῦτο γοῦν καὶ ἐπὶ τοῦ σώματος Ἐλισσαίου.

Ἀλλ᾽ ἐπειδὴ τῶν ἱστορουμένων τὰ νοούμενα μᾶλλον εὐφραίνει τὴν τῶν φιλοθέων ψυχήν, χρῶτα μέν φαμεν εἶναι τοῦ μεγάλου ἀποστόλου τὴν εὐσέβειαν, καθ᾽ ἣν τοῖς μὲν ἦν ὀσμὴ ἀπὸ ζωῆς εἰς ζωήν, τοῖς δὲ ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, σουδάρια δὲ τοὺς ἐκφανεῖς τῆς γνωστικῆς αὐτοῦ θεωρίας λόγους, τὰ δὲ σημικίνθια τοὺς σεμνοὺς τῆς κατ᾽ ἀρετὴν πρακτικῆς φιλοσοφίας τρόπους· ἐγχείρια γὰρ εἶναί φασι τὰ σημικίνθια. Οὕστινας λόγους τε καὶ τρόπους πνέοντας καὶ ἐκπέμποντας καθάπερ εὐωδίαν τὰ χρῶτα, τουτέστι τὴν τοῦ μακαρίου ἀποστόλου μεγάλην εὐσέβειαν, οἱ δεχόμενοι τὴν τῆς πιεζούσης αὐτοὺς ἀσθενείας ἐλάμβανον ἴασιν, οἱ μὲν διὰ τῶν περὶ θεωρίας λόγων, ὡς σουδαρίων, τὴν νόσον τῆς ἀγνωσίας διώκοντες,