1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

164

Πνεύματι γέννησιν καὶ τὴν πρὸς θέωσιν χάριν τῆς υἱοθεσίας, προσηγόρευσεν· ὧν μέσος ἕστηκεν ὁ σαρκωθεὶς Θεός, ὡς ἐπὶ λυχνίας, τῆς μιᾶς (14Γ_288> καὶ μόνης καθολικῆς Ἐκκλησίας, καταλλάσσων αὐτοὺς ἑαυτῷ τε καὶ ἀλλήλοις καὶ ποιῶν φωτός, τοῦ κατ᾽ ἀρετήν τε καὶ γνῶσιν, γεννητικούς.

Τυχὸν δὲ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα διὰ τῶν δύο ἐλαιῶν παρῃνίξατο μυστικῶς ὁ λόγος(45), τὴν μὲν ὡς λόγοις ἀληθοῦς γνώσεως κομῶσαν κατὰ τὴν ἐλαίαν, τὸ δὲ ὡς ἀρετῶν πράξεσι πεπυκασμένον.

Εἰ δὲ καὶ τοὺς δύο κόσμους, τόν τε νοητὸν λέγω καὶ τὸν αἰσθητόν, διὰ τῶν δύο ἐλαιῶν ὁ τῆς Γραφῆς αἰνίττεται λόγος(46), καλῶς ἂν ἔχοι καὶ οὕτω νοούμενος· ὧν ἵσταται μέσος, ὡς Θεός, ὁ Λόγος, τὸν μὲν νοητὸν ἐν τῷ αἰσθητῷ φαίνεσθαι τοῖς τύποις μυστικῶς διαγράφων(47), τὸν δὲ αἰσθητὸν ἐν τῷ νοητῷ τοῖς λόγοις ὄντα νοεῖσθαι διδάσκων.

Εἰ δὲ καὶ τὴν παροῦσαν ζωὴν καὶ τὴν μέλλουσαν ἡ κατὰ τὰς ἐλαίας διετύπωσεν ὅρασις(48), καλῶς ἂν ἔχοι καὶ οὗτος τῆς θεωρίας ὁ τρόπος· ὧν ἵσταται μέσος ὁ Λόγος, τῆς μὲν ἀπάγων διὰ τῆς ἀρετῆς, πρὸς δὲ τὴν ἐπανάγων διὰ τῆς γνώσεως· ὅπερ νοήσας τυχὸν ὁ θαυμαστὸς Ἀμβακούμ φησιν· «ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ», ζῷα λέγων, ὥσπερ τὰ ὄρη τὰ χαλκᾶ καὶ τὰς ἐλαίας ὁ μέγας Ζαχαρίας, τοὺς δύο κόσμους ἤγουν αἰῶνας, ἢ τὰς προσφυεῖς αὐτῶν ζωάς, ἢ τὴν ψυχὴν καὶ τὸ σῶμα, ἢ τὴν πρᾶξιν καὶ τὴν θεωρίαν, ἢ τὴν ἕξιν τοῦ καλοῦ καὶ τὴν ἐνέργειαν, ἢ τὸν νόμον καὶ τοὺς προφήτας, ἢ τὴν Παλαιὰν ὅλην καὶ τὴν Καινὴν ∆ιαθήκην, ἢ τοὺς δύο λαούς, τὸν ἐξ ἐθνῶν καὶ τὸν ἐξ Ἰουδαίων, ἢ τοὺς δύο νόμους, τὸν φυσικὸν καὶ τὸν πνευματικόν, ἢ τὴν πίστιν καὶ τὴν ἀγαθὴν συνείδησιν· ὧν μέσος ἵσταται διὰ πάντων ὑμνούμενός τε καὶ δοξαζόμενος ὁ Λόγος καὶ πρὸς μίαν τοῦ καλοῦ τὰ πάντα σύμπνοιαν ἄγων, ὡς πάντων Θεός, καὶ διὰ τοῦτο πάντα ποιήσας, ἵνα πάντων γένηται τῆς καθ᾽ ἕνωσιν πρὸς ἄλληλα τοῦ καλοῦ ταυτότητος δεσμὸς ἀδιάλυτος.

(14Γ_290> Λυχνίαν δὲ κατὰ τὴν ὅρασιν τυχὸν τὴν Ἐκκλησίαν καὶ τὴν ψυχὴν εἶπεν ὁ λόγος, ὡς ἐπίκτητον φύσει τὸ τῆς χάριτος φῶς ἔχουσας καὶ ἐπισκευαστόν, διότι μόνου τοῦ Θεοῦ κατὰ φύσιν ἐστὶ τὸ ἀγαθόν, ἐξ οὗ κατὰ μετοχὴν πάντα φωτίζεταί τε καὶ ἀγαθύνεται τὰ φωτὸς κατὰ φύσιν καὶ ἀγαθότητος δεκτικά.

Καὶ ταῦτα μὲν περὶ τούτων, συμμετρίας φροντίζων, διῆλθεν ὁ λόγος. Αὐτὸς δέ, παρὰ σεαυτοῦ σὺν Θεῷ τὰ κρείττω τούτοις ἐπιθεωρήσας, φαίδρυνον, ὅσιε πάτερ, ταῖς ἀειφανέσι τῆς σῆς διανοίας ἀκτίσι τὴν ἀμβλυωποῦσάν μου ψυχήν.

ΣΧΟΛΙΑ 1. Τίς ἡ λυχνία; 2. Πῶς ἀκίβληλος χρυσός ἐστιν ἡ Ἐκκλησία; 3. Πῶς καθαρά; 4. Πῶς ἀμίαντος; 5. Πῶς ἄχραντος; 6. Πῶς ἀμείωτος; 7. Τί τό λαμπάδιον τῆς λυχνίας; 8. Οὐ πᾶς ἄνθρωπος εἰς τοῦτον ἐρχόμενος τόν κόσμον, φησίν, ὑπό τοῦ Λόγου

πάντως φωτίζεται· πολλοί γάρ ἀφώτιστοι διαμένουσι, καί τοῦ κατ᾿ ἐπίγνωσιν ἀμέτοχοι φωτός· ἀλλά δῆλον ὅτι, πᾶς ἄνθρωπος κατ᾿ οἰκείαν γνώμην εἰς τόν ἀληθῆ κόσμον τῶν ἀρετῶν ἐρχόμενος· πᾶς γάρ ὁ κατ᾿ ἀλήθειαν διά τῆς αὐθαιρέτου γεννήσεως, εἰς τοῦτον ἐρχόμενος τῶν ἀρετῶν τόν κόσμον, ὑπό τοῦ Λόγου πάντως φωτίζεται, λαμβάνων ἕξιν ἀρετῆς ἀμετακίνητον, καί γνώσεως ἀληθοῦς ἐπιστήμην ἄπταιστον.

9. Πῶς καί λύχνος ἐστίν ὁ σαρκωθείς Θεός Λόγος; 10. Τίς ὁ μόδιος, ὑφ᾿ ὅν ὁ λύχνος οὐ γίνεται καλυπτόμενος;