1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

185

ἐν Πνεύματι γνώσεως. Λιμὸς γάρ ἐστι, ὡς ἀληθῶς, ἔκλειψις τῶν κατ᾽ αὐτὴν πεῖραν ἐγνωσμένων ἀγαθῶν καὶ ἀπορία καὶ σπάνις παντελὴς τῶν τὴν ψυχὴν συγκρατούντων πνευματικῶν βρωμάτων. Πῶς γὰρ λιμὸν (14Γ_378> ἡγήσεταί τις ἢ ζημίαν τὴν τῶν καθάπαξ αὐτῷ μηδαμῶς ἐγνωσμένων ἀφαίρεσιν; Ὅθεν ζῶντος Σαοὺλ οὐ γίνεται λιμός, ὅτι μηδὲ πέφυκε, ζῶντος τοῦ κατὰ νόμον γράμματος καὶ βασιλεύοντος τῶν ὑλικῶν τὴν διάνοιαν Ἰουδαίων, τῆς πνευματικῆς γνώσεως διαγνωσθῆναι τὴν ἔνδειαν. Ὁπηνίκα δὲ τῆς εὐαγγελικῆς χάριτος διαλάμψῃ τὸ σέλας, καὶ λάβῃ τὴν βασιλείαν τῶν πνευματικῶν τὴν διάνοιαν ∆αβὶδ ὁ πανεύφημος, ὅς ἐστιν ὁ κατὰ Πνεῦμα νόμος, μετὰ τὸν θάνατον Σαούλ, ἤγουν μετὰ τὴν τοῦ γράμματος τελευτήνἑρμηνεύεται γὰρ ὁ ∆αβὶδ 'ἐξουδένωσις' καὶ 'ἰσχυρὸς ὁράσει·' τὸ μὲν γὰρ λέγεται κατὰ Ἰουδαίους, πλεονεκτοῦντος τὸ πνεῦμα τοῦ γράμματος(18), τὸ δὲ κατὰ Χριστιανοὺς προσαγορεύεται, νικήσαντος τὸ γράμμα τοῦ πνεύματος, τηνικαῦτα διαγινώσκεται τῆς ἐν πνεύματι γνώσεως ἡ λιμός, κοινῶς μὲν ἐν τῷ πιστῷ λαῷ καὶ τῇ ψυχῇ τοῦ καθ᾽ ἕκαστον ἰδικῶς, ὅταν τῆς ἐν πνεύματι μυστικῆς θεωρίας τὴν ἐκτὸς προφαινομένην τοῦ γράμματος προκρίνῃ περιβολὴν καί, οἷον εἰπεῖν, τὴν ψυχὴν τῆς Γραφῆς ἀτιμοτέραν ποιῆται τοῦ σώματος(19). Λιμώττει γὰρ ἐπ᾽ ἀληθείας τῶν πιστῶν καὶ ἐπεγνωκότων τὴν ἀλήθειαν ὁ λαὸς καὶ ἡ ψυχὴ τοῦ καθ᾽ ἕκαστον ἀφεμένη τῆς ἐν τῇ χάριτι πνευματικῆς θεωρίας καὶ γενομένη τῆς τυπικῆς ἐν τῷ γράμματι δουλείας, μὴ διατρέφουσα τὸν νοῦν ταῖς τῶν νοημάτων μεγαλοφυΐαις, ἀλλὰ πληροῦσα τὴν αἴσθησιν ἐμπαθοῦς φαντασίας ταῖς σωματικαῖς τῶν γραφικῶν συμβόλων διατυπώσεσιν. ∆ιὸ θείας γνώσεως μάλιστα γίνεται λιμὸς τρία ἔτη, ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ. Πᾶς γὰρ τὴν πνευματικὴν τῆς ἁγίας Γραφῆς θεωρίαν μὴ προσιέμενος τόν τε φυσικὸν ταύτῃ κατὰ τοὺς Ἰουδαίους συναπώσατο νόμον καὶ τὸν ἐν τῇ χάριτι νόμον ἠγνόησεν, καθ᾽ ὃν δίδοται τοῖς κατ᾽ αὐτὸν ἀγομένοις ἡ θέωσις.

Οὐκοῦν ἡ λιμὸς τῶν τριῶν ἐτῶν(20) δηλοῖ τὴν ἐν τοῖς τρισὶ νόμοις, τῷ τε φυσικῷ λέγω καὶ τῷ γραπτῷ καὶ τῷ τῆς χάριτος, (14Γ_380> ἀναλόγως ἑκάστῳ γενομένην τῆς γνώσεως ἔνδειαν τοῖς οὐκ ἐπιμελουμένοις τῆς αὐτῶν κατὰ τὴν θεωρίαν ἀναγωγῆς. Ἐπιμελεῖσθαι γὰρ παντελῶς οὐ δύναται τῆς νοητῆς τῶν Γραφῶν ἐπιστήμης ὁ τοὺς μὲν φυσικοὺς τῶν ὄντων κατὰ τὴν θεωρίαν ἀπωθούμενος λόγους, ἀντεχόμενος δὲ μόνων τῶν ὑλικῶν συμβόλων καὶ μηδεμίαν αὐτοῖς ἐπινοῶν ὑψηγορίαν πνευματικήν. Κρατούσης γὰρ μόνης τῆς ἱστοριώδους τῶν γραφῶν ἀφηγήσεως(21), τὸ τῶν προσκαίρων καὶ χρονικῶν τῆς διανοίας οὐκ ἀπεγένετο κράτος, ἀλλ᾽ ἔτι ζῶσι τὰ τέκνα τοῦ ἀποθανόντος Σαοὺλ καὶ τὰ ἔκγονα, ἑπτὰ ὄντα τὸν ἀριθμόν, τουτέστιν ἡ σωματικὴ τοῦ νόμου λατρεία καὶ πρόσκαιρος, ἐξ ἧς ἡ ἐμπαθὴς εἴωθεν ἀπογεννᾶσθαι τοῖς φιλοσωμάτοις κατὰ τὴν ἀποδοθεῖσαν αἰτίαν διάθεσις, ἐπίκουρον ἔχουσα τῆς πλάνης τὴν πρόδηλον ἐν τοῖς συμβόλοις διαταγήν. ∆ιὰ ταύτην οὖν οἶμαι τὴν αἰτίαν μὴ γενέσθαι λιμὸν ἐν ταῖς ἡμέραις Σαούλ, τουτέστιν ἐν τῷ χρόνῳ τῆς νομικῆς κατὰ σάρκα λατρείας τὴν ἔνδειαν μὴ διαγνωσθῆναι τῆς ἐν πνεύματι γνώσεως, ἀλλ᾽ ἐν τῷ χρόνῳ τῆς εὐαγγελικῆς χάριτος, καθ᾽ ὅν, ὅταν μὴ πᾶσαν πνευματικῶς τὴν Γραφὴν ἐκλαμβάνωμεν μετὰ τὴν πάροδον τῆς τοῦ γράμματος δυναστείας, λιμώττομεν πάντως, τῆς Χριστιανοῖς πρεπούσης μυστικῆς κατὰ Πνεῦμα λατρείας οὐκ ἀπολαύοντες. Ἐπὰν δέ, λαβόντες αἴσθησιν, κατὰ τὸν ∆αβὶδ ζητήσωμεν τὸ πρόσωπον Κυρίου(22), διδασκόμεθα σαφῶς ὅτι, διὰ τὸ μὴ παραδέξασθαι τοὺς κατὰ φύσιν λόγους πρὸς ἐπίβασιν τῆς ἐν πνεύματι μυστικῆς θεωρίας, ἀλλ᾽ ἔτι τῶν ἐν τῷ γράμματι τοῦ νόμου σωματικῶν ἀντέχεσθαι λογισμῶν, ἡ χάρις ἀφῃρέθη τῆς γνώσεως.

«Καὶ ἐζήτησεν», φησίν, «∆αβὶδ τὸ πρόσωπον Κυρίου»· καὶ εἶπε Κύριος· ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἡ ἀδικία περὶ οὗ ἐθανάτωσε τοὺς Γαβαωνίτας». ∆αβίδ ἐστι πᾶς νοῦς κατὰ Χριστὸν διορατικός(23), ἀεὶ ζητῶν τὸ πρόσωπον Κυρίου.