1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

40

Πᾶς οὖν ἀνεχόμενος ἑκουσίως ἐκ τῆς τῶν αὐτῷ πεπραγμένων συναισθήσεως δέξασθαι τὰς ἐπιπόνους τῶν ἀκουσίων ἐπιφορὰς πειρασμῶν μετὰ τῆς δεούσης εὐχαριστίας οὐκ ἐξοικίζεται τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν ἕξεώς τε καὶ χάριτος καθάπερ οἱ πάλαι τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, ὡς ὑπελθὼν ἑκουσίως τὸν ζυγὸν βασιλέως Βαβυλῶνος καὶ ὡς χρέος ἀποτιννὺς τὰς τῶν βασάνων ἐπιφορὰς καταδεχόμενος, ἀλλ᾽ ἐν αὐταῖς μένων τελεῖ τῷ μὲν βασιλεῖ Βαβυλῶνος τοὺς ἐκ τοῦ παθητοῦ τῆς φύσεως βιαίους πόνους καὶ τὴν ἐπ᾽ αὐτοῖς κατὰ τὴν διάνοιαν ὡς ὀφειλέτης αὐτῶν διὰ τὰς προλαβούσας πλημμελείας συγκατάθεσιν, τῷ δὲ Θεῷ προσφέρει διὰ λατρείας ἀληθινῆςτῆς ταπεινῆς λέγω διαθέσεωςτὴν τῶν παρημελημένων διόρθωσιν.

Ὁ δὲ τὴν κατὰ συγχώρησιν Θεοῦ πρὸς διόρθωσιν ἐπαγομένην αὐτῷ διὰ τῶν ἀκουσίων πειρασμῶν συμφορὰν εὐχαρίστως μὴ καταδεχόμενος καὶ τὴν ἐπὶ τῷ δοκεῖν δίκαιος εἶναι μεταγνοὺς οὐκ ἀποτιθέμενος οἴησιν, ὡς τοῖς θείοις τῶν δικαίων κριμάτων ἀντιπίπτων θεσπίσμασι κατὰ τοὺς πάλαι τῆς Ἰουδαίας οἰκήτορας, καὶ μὴ καταδεχόμενος ἑκουσίως ὑπὸ τὸν ζυγὸν γενέσθαι τοῦ βασιλέως Βαβυλῶνος κατὰ τὴν θείαν διαταγήν, εἰς αἰχμαλωσίαν παραδίδοται τῷ βασιλεῖ Βαβυλῶνος καὶ κλοιοὺς καὶ δεσμὰ καὶ θάνατον καὶ λιμὸν καὶ μάχαιραν καὶ τῆς ἰδίας παντελῶς ἀποικίζεται γῆς, τουτέστι τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν εἶναι δοκούσης ἕξεως, διὰ μὲν τῆς αἰχμαλωσίας τὴν τῶν θείων ἀποστασίαν κατακρινόμενος, διὰ δὲ τῶν κλοιῶν τὴν ψευδῆ περὶ τῶν ὄντων δόξαν, διὰ δὲ τῶν δεσμῶν τὴν παντελῆ τῶν καλῶν ἀπραξίαν, διὰ δὲ τοῦ λιμοῦ τὴν τῶν θείων στέρησιν διδαγμάτων, διὰ δὲ τοῦ θανάτου τὴν τελείαν πρὸς τὰ καλὰ (14Β_174> πώρωσίν τε καὶ ἀναισθησίαν, διὰ δὲ τῆς μαχαίρας τοὺς τῶν θείων μνημῶν ἀναιρετικοὺς ἐμπαθεῖς καὶ ἀκολάστους λογισμούς.

Πάντα γὰρ ταῦτα καὶ τούτων πλείονα ὁ τῆς κατ᾽ ἀρετὴν καὶ γνῶσιν, ὡς ἰδίας γῆς, ἐξοικιζόμενος ἕξεως πάσχει διὰ τὸ μὴ θέλειν αὐτὸν ἐξ ὑπερηφανίας καὶ ματαίας οἰήσεως, τὰς ἐφ᾽ οἷς ἐπλημμέλησεν ἐκτιννὺς δίκας, ἐν θλίψεσιν εὐδοκῆσαι καὶ ἀνάγκαις καὶ στενοχωρίαις κατὰ τὸν θεῖον ἀπόστολον, καίτοι πάσης τῆς ἐπὶ τούτοις ὀφειλῆς ὄντα διὰ τὴν δικαιοσύνην ἐλεύθερον. Ἤιδει γὰρ ὁ μέγας ἀπόστολος φυλακτικὴν τῶν θείων κατὰ ψυχὴν θησαυρῶν ὑπάρχουσαν τὴν ἐκτὸς περὶ τὸ σῶμα συνισταμένην διὰ τῶν πόνων ταπείνωσιν, καὶ διὰ τοῦτο στέργων ὑπέμενε, καὶ δι᾽ ἑαυτὸν καὶ τοὺς οἷς ἀρετῆς καὶ πίστεως προέκειτο τύπος, ἵνα, κἂν ὡς ὑπεύθυνοι πάσχωσι κατὰ τὸν ἐπιτιμηθέντα Κορίνθιον, εἰς παρηγορίαν ἔχωσι καὶ ὑπομονῆς μίμησιν τὸν ἀνευθύνως πάσχοντα.

Τοὺς δὲ βασιλεῖς τῶν ἐθνῶν εἶναι νομίζω κατὰ τοῦτον τῆς Γραφῆς τὸν τόπον τοὺς τῶν λοιπῶν τῆς ἀτιμίας παθῶν ἐπάρχοντας ἀνθρώπους, καὶ αὐτοὺς ὑποκειμένους ἐνδίκως τῇ τιμωρίᾳ τῶν οἰκείων ὀφλημάτων καὶ διὰ τοῦτο τῷ βασιλεῖ Βαβυλῶνος παραδιδομένους ὡς τιμωρῷ δυνάμει καὶ χαιρούσῃ τῇ βασάνῳ τῆς φύσεως. Ἔστιν οὖν ὁ μὲν Αἰγύπτιος βασιλεὺς ὁ φιλήδονος νοῦς καὶ ἀκόλαστος, ὁ δὲ Μωαβίτης ὁ τρυφητὴς καὶ βάκηλος νοῦς, ὁ δὲ Ἀμμανίτης ὁ πλεονεκτικὸς νοῦς, ὁ δὲ Σύρος ὁ δεισιδαίμων καὶ διαλεκτικὸς νοῦςμόνος γὰρ ἀντικεῖσθαι γέγραπται τῷ Σαλομῶν ὁ Σύρος, τουτέστι τῇ εἰρήνῃ καὶ τῇ σοφίᾳ, ὁ δὲ Τύριος ὁ φιλόκοσμος νοῦς καὶ φιλόζωος· καὶ οἱ λοιποὶ πάντες βασιλεῖς οὓς γνώσεται διὰ τῆς οἰκείας σημασίας ὁ γνωστικὸς ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἢ τῆς τῶν τόπων θέσεως ἢ τῆς κρατούσης ἐν αὐτοῖς γενικῆς παραδόσεως ἢ τῆς ἐν ἀλλήλοις ἐπιτηδεύσεως ἢ τῆς πρὸς τὸν Ἰσραὴλ (14Β_176> ποιᾶς ἀντιπαθείας ... Οὐ γὰρ πάντοτε καὶ πάντες ὡσαύτως καὶ καθ᾽ ἓν σημαινόμενον λαμβάνονται, ἀλλὰ πρὸς τὴν ὑποκειμένην χρείαν καὶ τῆς προφητείας τὴν δύναμιν, ἐπεί τοί γε καὶ εἰς τὸν διάβολον οἶδεν ἡ Γραφὴ λαμβάνειν τὸν Φαραώ, ὅταν ἀναιρέτης γίνηται τοῦ Ἰσραήλ, καὶ πάλιν εἰς τὸν