1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

115

πάλιν αὐτός, περὶ ἑαυτοῦ πρὸς Κορινθίους γράφων εἴτε ἐξέστημεν, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν, τὴν κατὰ Θεὸν σώφρονα μανίαν ἔκστασιν δηλονότι καλέσας, ὡς ἔξω ποιουμένην τῶν ὄντων τὸν κατ᾽ αὐτὴν σώφρονα νοῦν.

Τὸν δὲ τούτων ἀριθμὸν (7.307) σημαίνειν ὑπονοῶ τὴν κατὰ τὸν λόγον χρονικὴν μετὰ τῆς ἀπαθείας τῶν τρόπων πρόνοιαν(26)· καθ᾽ ἣν καὶ λόγῳ καὶ διανοίᾳ καθάπερ ἑβραίοις παισὶ καὶ παιδίσκαις δουλεύουσι κατὰ τὴν πρᾶξιν ἐπικείμενος ὁ νοῦς ὁρίζει τὰ μέτρα τῆς κατ᾽ ἀρετὴν τούτων ὑπουργίας, μεταφέρων πρὸς θεωρίαν, καί, θυμοῦ καὶ ἐπιθυμίας ὡς ἀλλοφύλων παίδων καὶ παιδισκῶν ἐπιμελούμενος ὡς δούλων δεσπότης, πρὸς τὴν ἰσότιμον ἄγει κατὰ τὸ τέλος(27) ἐλευθερίαν, τὴν μὲν ἐπιθυμίαν ποιῶν ἔφεσιν τῶν θείων ἀπολαυστικήν, τὸν δὲ θυμόν, τόνον ἀπολαυστικῆς ἐφέσεως ἄληκτον, καὶ ἀποτελῶν ἑβραίους ἀληθινοὺς κατὰ τὴν χάριν τοὺς ἀλλοφύλους δούλους.

Ψάλται καὶ ψαλτῳδοὶ ὀκτακόσιοι πεντηκονταπέντε. Ψάλται(28) εἰσὶν οἱ τὸν θεῖον λόγον τοῖς τῶν ἀρετῶν τρόποις ἄνευ θεωρίας κατὰ τὴν πρᾶξιν ἀναφωνοῦντες. Ψαλτῳδοί(29) εἰσιν οἱ τὸν θεῖον λόγον τοῖς τῶν ἀρετῶν τρόποις μετὰ τῆς κατὰ τὴν θεωρίαν γνωστικῆς τερπνότητος τοῖς ἄλλοις μυσταγωγοῦντες καὶ τὰ νοητὰ αὐτῶν ὦτα καθηδύνοντες. Ὁ δὲ τούτων ἀριθμὸς δηλοῖ τὴν ἐφικτὴν ἀνθρώποις ἐπιστήμην τῶν αἰωνίων. Ὁ (14Γ_076> γὰρ ὀκτακόσια(30) καὶ ὁ πεντήκοντα ὁ μὲν τοὺς τῆς γνώσεως, ὁ δὲ τοὺς τῶν ἀρετῶν μέλλοντας λόγους ὑποφαίνει· ὁ δὲ πέντε τὴν ἐπὶ τούτοις ἐπιστήμην παρίστησι, καθὼς περὶ τοῦ πέντε μικρῷ πρόσθεν ἀποδεδώκαμεν ἀριθμοῦ.

Κάμηλοι τετρακόσιαι τριακονταπέντε. Κάμηλοι, συνεξιοῦσαι τοῖς υἱοῖς Ἰσραήλ, σὺν ἐλευθερίᾳ πολλῇ τῆς πικρᾶς ἀπολυομένοις αἰχμαλωσίας, εἰσὶν αἱ φυσικαὶ τῶν ὁρωμένων διάφοροι θεωρίαι, κατὰ τὴν κάμηλον ἔχουσαι πρὸς μὲν αἴσθησιν, ὥσπερ πόδας, ἀκαθάρτους τὰς ἐπιφανείας τῶν ὁρατῶν, πρὸς δὲ νοῦν, ὥσπερ κεφαλήν, καθαροὺς τοὺς ἐν αὐτοῖς ὑψηλοτέρους ἐν πνεύματι λόγους.

Καὶ τάχα περὶ τούτων τῶν καμήλων τὴν δόξαν τῆς νοουμένης Ἱερουσαλὴμ προφητικῶς ὁ μέγας προδεικνὺς Ἡσαΐας ἔφη καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γεφάρ(31), τουτέστιν αἱ πνευματικαὶ θεωρίαι τῶν κατὰ φύσιν παθῶν. 'Ἔκκρισις' γὰρ Μαδιὰμ ἑρμηνεύεται ἢ 'πηλὸς αἱματώδης ἢ ἱδρῶτες ἀνθρώπινοι καὶ μητρός,' Γεφὰρ δὲ 'κτῆσις νώτου,' ὅπέρ ἐστι θεωρία εἰς ὕψος αἰρομένη τῶν περὶ σάρκα παθῶν, ψυχῆς δὲ νῶτον, ὡς ὀπίσθιον, ἡ σάρξ· οἷς, καθάπερ πόλιν ἁγίαν, τὴν πνευματικὴν τῆς εἰρηνικῆς καὶ ἀστασιάστου τῶν μυστικῶν θεαμάτων γνώσεως λῆξιν, οἷα τείχεσι, καλύπτεσθαί φησιν ὁ λόγος.

∆ηλοῖ δὲ τὴν ἀποδοθεῖσαν δύναμιν καὶ αὐτὸς ὁ ἀριθμός(32), τὴν περὶ φύσιν καὶ χρόνον λογικὴν σημαίνων κίνησιν.

Καὶ ἵπποι ἑπτακισχίλιοι ἑπτακόσιοι τριακονταέξ. Ἵππος ἐστὶν ὁ ἐν τῷ δρόμῳ τῶν ἀρετῶν κατὰ τὸν βίον ἔχων ὅλην τοῦ θυμοῦ τὴν εὐτονίαν. Φασὶ γὰρ τοῦ ἵππου τὴν χολὴν εἰς τὰς κατὰ φύσιν τῶν ποδῶν ὠτειλὰς εἶναι. ∆ιὸ καὶ πάντων τῶν λοιπῶν ἡμέρων ζῴων καὶ τῇ φύσει τῶν ἀνθρώπων ὑπεζευγμένων ἐκρίθη μᾶλλον πρὸς δρόμον ἐπιτηδειότερός τε καὶ δυνατώτερος· (14Γ_078> οἷς παρεικάσας τοὺς ἁγίους ἀποστόλους ὁ μέγας προφήτης Ἀμβακοὺμ διὰ τοῦ Πνεύματός φησι καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά, ἵππους καλέσας τοὺς ἁγίους καὶ μακαρίους ἀποστόλους, τὸν σωτήριον τῆς ἀληθείας λόγον βαστάζοντας ἐνώπιον ἐθνῶν καὶ βασιλέων ἐν παντὶ τῷ κόσμῳ, ὃν τροπικῶς ὠνόμασε θάλασσαν· καὶ τὰ ἔθνη παρείκασεν ὕδασι, διὰ τῆς ἐν τῷ λόγῳ τοῦ Πνεύματος μεγάλης δυνάμεως ταρασσόμενά τε καὶ σειόμενα, καὶ τῷ σωτηρίῳ σεισμῷ μεταβιβαζόμενα πρὸς πίστιν ἐξ ἀπιστίας καὶ πρὸς ἐπίγνωσιν ἐξ ἀγνωσίας καὶ ἀπὸ κακίας εἰς ἀρετήν.