1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

157

Τὴν πολύφωτον καὶ ὑπερφαῆ τῆς ἁγίας Ἐκκλησίας μεγαλοπρέπειαν πόρρωθεν τῷ προφήτῃ συμβολικῶς προδιαγράφων ὁ Λόγος ταύτην οὕτως αὐτῷ τὴν ὅρασιν διεποίκιλεν, διδάσκων, οἶμαι, τοῦ κατ᾽ αὐτὴν καινοῦ μυστηρίου τὴν δύναμιν. Λυχνία τοιγαροῦν ἐστιν ὁλόχρυσος(1) ἡ τοῦ Θεοῦ πανεύφημος Ἐκκλησία, καθαρὰ καὶ ἀμίαντος ἄχραντός τε καὶ ἀκίβδηλος καὶ ἀμείωτος καὶ τοῦ ἀληθινοῦ φωτὸς δεκτική. Φασὶ γὰρ τὸν ἀκίβδηλον χρυσὸν μήτε μελαίνεσθαι, καταχωννύμενον, ἰῷ τινι καὶ διαφθείρεσθαι, μήτε μὴν μειοῦσθαι, παντελῶς ἐκπυρούμενον, πρὸς δὲ καὶ τῆς ὀπτικῆς τῶν ἐνατενιζόντων αὐτῷ δυνάμεως κατά τινα φυσικὴν ἐνέργειαν εἶναι ῥωστικόν τε καὶ ἀνανεωτικόν. Τοιαύτη δὲ καὶ ἡ τοῦ Θεοῦ πανένδοξος Ἐκκλησία δι᾽ αὐτῶν κατ᾽ ἀλήθειαν τῶν πραγμάτων ὑπάρχουσα πέφηνε κατὰ τὴν τοῦ χρυσοῦ καθαρωτάτην φύσιν, ἀκίβδηλος μέν(2), ὡς μηδὲν (14Γ_260> ἔχουσα τὸ σύνολον τῷ κατὰ τὴν πίστιν μυστηρίῳ τῆς θεολογίας ἐπίμικτον καὶ ἀλλότριον, καθαρὰ δέ(3), ὡς τῇ λαμπρότητι τῶν ἀρετῶν διαυγὴς καὶ ἐπίδοξος, ἀμίαντος δέ(4), ὡς μηδενὶ ῥύπῳ μολυνομένη παθῶν, ἄχραντος δέ(5), ὡς πᾶσι τοῖς πονηροῖς ἀνέπαφος πνεύμασιν, μήτε μὴν ταῖς ὑλικαῖς περιστάσεσιν, ἰῷ τινι κακίας, μελαινομένη, ἀμείωτος δὲ καὶ ἀνελάττωτος(6), ὡς μηδὲ τῇ καμίνῳ τῶν κατὰ καιροὺς διωγμῶν πυρουμένη καὶ ταῖς ἀλλεπαλλήλοις τῶν αἱρέσεων ἐπαναστάσεσι βασανιζομένη, κατὰ λόγον ἢ βίον, ἤγουν πίστιν καὶ πολιτείαν, τὴν οἱανοῦν ὕφεσιν διὰ τὸ βάρος τῶν πειρασμῶν ὑπομένουσα. ∆ιὸ καὶ πάσης κατὰ τὴν χάριν ἐστὶ ῥωστικὴ διανοίας τῶν εὐσεβῶς αὐτὴν κατανοούντων· καλεῖ μὲν γὰρ τοὺς ἀσεβεῖς, παρεχομένη τὸ φῶς τῆς ἀληθοῦς ἐπιγνώσεως, συντηρεῖ δὲ τοὺς τῶν κατ᾽ αὐτὴν μυστηρίων φιλοθεάμονας, ἀπαθῆ καὶ ἀρευμάτιστον τὴν κόρην τῆς αὐτῶν διανοίας φυλάττουσα, τοὺς δὲ κατά τι σάλον ὑπομεμενηκότας ἀνακαλεῖται καὶ τῷ λόγῳ τῆς παρακλήσεως ἀνανεοῦται τὴν παθοῦσαν διάνοιαν. Οὕτως μὲν οὖν ἔχουσαν τὴν ὁραθεῖσαν τῷ προφήτῃ λυχνίαν κατὰ μίαν ἐπιβολὴν διὰ τῶν εἰρημένων κατενοήσαμεν.

Τὸ δὲ λαμπάδιον τὸ ἐπάνω αὐτῆς ἐστι(7) τὸ πατρικὸν φῶς καὶ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον(8), ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, διὰ τὴν πρόσληψιν τῆς ἐξ ἡμῶν καὶ ἡμετέρας σαρκὸς λαμπάδιον καὶ γεγενημένος καὶ προσηγορευμένος, ἤγουν ἡ κατὰ φύσιν τοῦ Θεοῦ καὶ Πατρὸς ἐνυπόστατος Σοφία καὶ Λόγος, ὁ ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ κηρυττόμενός τε κατὰ τὴν εὐσεβῆ πίστιν καὶ τῷ βίῳ τῷ κατ᾽ ἀρετὴν διὰ τῆς τῶν ἐντολῶν φυλακῆς ὑψούμενος ἐν τοῖς ἔθνεσι καὶ διαφαινόμενος, καὶ πᾶσι λάμπων τοῖς ἐν τῇ οἰκίᾳ, λέγω δὲ τῷδε (14Γ_262> τῷ κόσμῳ, καθά πού φησιν αὐτὸς ὁ Θεὸς καὶ Λόγος· «οὐδεὶς ἅπτει λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ», λύχνον ἑαυτὸν δηλαδὴ λέγων(9), ὡς κατὰ φύσιν Θεὸς ὑπάρχων καὶ σὰρξ κατ᾽ οἰκονομίαν γενόμενος, οἷα δὴ φῶς κατ᾽ οὐσίαν, λύχνου δίκην, ἀπεριγράφως διὰ μέσης ψυχῆς, ὡς διὰ θρυαλλίδος τὸ πῦρ, τῷ τῆς σαρκὸς ὀστράκῳ κρατούμενος. Ὅπερ, οἶμαι, νοήσας καὶ ὁ μέγας ∆αβὶδ λύχνον κέκληκεν τὸν Κύριον, ὡς Λόγον τοῦ Θεοῦ καὶ Πατρὸς καὶ νόμον ὄντα φυσικόν, φήσας· «λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου»· σκότους γὰρ ἀγνοίας τε καὶ πονηρίας λυτήριος ὁ ἐμὸς ὑπάρχει Σωτὴρ καὶ Θεός· διὸ καὶ λύχνος τῇ Γραφῇ προσηγορεύθηλύχνος γὰρ παρὰ τὸ λύειν τὸ νύχος λέγεται· νύχος δὲ καλοῦσι τὸ σκότος οἱ περὶ λόγους σπουδάζοντες· ὃς δὴ μόνος, οἷα δὴ λύχνος, τὸν ζόφον τῆς ἀγνοίας καὶ τὸν σκότον τῆς κακίας διαλύσας, πᾶσιν ὁδὸς γέγονε σωτηρίας, δι᾽ ἀρετῆς καὶ γνώσεως πρὸς τὸν Πατέρα φέρων τοὺς αὐτόν, ὡς δικαιοσύνης ὁδόν, διὰ τῶν θείων ἐντολῶν ὁδεύειν βουλομένους. Λυχνίαν δὲ τὴν ἁγίαν Ἐκκλησίαν, ἐφ᾽ ἧς τῷ κηρύγματι λάμπων ὁ τοῦ Θεοῦ Λόγος πάντας τοὺς ἐν τῷδε τῷ κόσμῳ, ὡς ἐν οἰκίᾳ τινί, τυγχάνοντας καταφωτίζει, ταῖς ἀκτῖσι τῆς ἀληθείας τὰς πάντων διανοίας θείας πληρῶν ἐπιγνώσεως.