1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

162

ἀξίοις γεννῶντα μεγαλοπρέπειαν, «ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, φησίν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς».

Οὕτω μὲν οὖν νοήσει κατὰ τὸν ἀποδοθέντα τρόπον τὴν ὁραθεῖσαν λυχνίαν καὶ τὸ λαμπάδιον ὁ ταῖς νοηταῖς χαίρων τῆς ἁγίας Γραφῆς θεωρίαις· τοὺς ἑπτὰ δὲ λύχνους ἐκδέξεται(27) τὴν τῶν διαφόρων χαρισμάτων τοῦ Πνεύματος εἶναι διαίρεσιν κατὰ τὴν προαποδοθεῖσαν ἐξήγησιν, ἣν μυστικῶς ἐπιλάμπειν καὶ ἐπαναπαύεσθαι τῷ κατὰ Χριστὸν δι᾽ ἀρετῆς τετελειωμένῳ καὶ γνώσεως, ἐπειδὴ Χριστὸν οἶδεν ὁ λόγος τὸν ζῶντα κατὰ Χριστὸν καὶ τοῖς αὐτοῖς τρόποις τε καὶ λόγοις, καθώς ἐστιν ἀνθρώπῳ θεμιτόν, διαφαινόμενον, οἷα δὴ καὶ αὐτὸν ἔχοντα σοφίαν καὶ σύνεσιν βουλήν τε καὶ ἰσχὺν καὶ γνῶσιν καὶ εὐσέβειαν καὶ φόβον, δι᾽ ὧν, ὡς δι᾽ ὀφθαλμῶν νοητῶν, ἐπιβλέπειν λέγεται πᾶσαν τῆς ἑκάστου καρδίας τὴν γῆν ὁ Θεός· «ἑπτὰ γάρ εἰσιν οὗτοι ὀφθαλμοὶ Κυρίου», φησίν, «οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν».

«Καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς». Ἐπαρυστρίδες εἰσὶν(28) αἱ κατὰ πρᾶξιν καὶ θεωρίαν ἕξεις τῶν ἀξίων τῆς ἐν τοῖς θείοις χαρίσμασι διαιρέσεως· ἀφ᾽ ὧν, ὡς ἐξ ἀγγείων τινῶν, ἐπιχέοντες, καθάπερ ἔλαιον, τῶν μυστικῶν νοημάτων τὴν δύναμιν, τὸ φῶς τῶν χαρισμάτων τοῦ Πνεύματος διαφυλάττουσιν ἄσβεστον.

Τὰς δὲ δύο ἐλαίας νοήσει(29), καθὼς προέφην, τὰς δύο ∆ιαθήκας, τὴν μὲν Παλαιὰν(30) ἐξ εὐωνύμων τοῦ λαμπαδίου, τὴν τῷ γνωστικῷ τῆς ψυχῆς(31), ἤγουν θεωρητικῷ, καθάπερ ἔλαιον, γεννῶσαν τοὺς κατὰ τὴν πρᾶξιν τρόπους τῶν ἀρετῶν, τὴν δὲ Νέαν ἐκ δεξιῶν, τὴν τῷ παθητικῷ τῆς ψυχῆς, ἤγουν πρακτικῷ, καθάπερ ἔλαιον, ἀεννάως γεννῶσαν τοὺς κατὰ τὴν (14Γ_282> θεωρίαν πνευματικοὺς λόγους τῶν γνώσεων, ἵνα δι᾽ ἀμφοῖν τὸ τῆς θεολογίας φῶς, καθάπερ λαμπάδιον, μετὰ τῶν συμφυῶν χαρισμάτων τοῦ Πνεύματος πλέον κρατύνηται, χορηγούμενον ἐκ μὲν τῆς Παλαιᾶς ∆ιαθήκης τοὺς διὰ πράξεως τὴν γνῶσιν σεμνύνοντας τρόπους, ἐκ δὲ τῆς Νέας ∆ιαθήκης τοὺς διὰ θεωρίας πνευματικῆς τὴν πρᾶξιν τῶν ἀρετῶν λαμπρύνοντας λόγους, καὶ πρὸς ἓν ἐξ ἀμφοῖν κάλλος ἀπακριβωθῇ τὸ τῆς σωτηρίας ἡμῶν μυστήριον, ἐπίδειξιν μὲν λόγου(32) τὸν βίον, δόξαν δὲ βίου τὸν λόγον ποιούμενον, καὶ τὴν μὲν πρᾶξιν θεωρίαν ἐνεργουμένην, τὴν δὲ θεωρίαν πρᾶξιν μυσταγωγουμένην, καὶ συντόμως εἰπεῖν, τὴν μὲν ἀρετὴν φανέρωσιν γνώσεως, τὴν δὲ γνῶσιν ἀρετῆς συντηρητικὴν ἐργαζόμενον δύναμιν, καὶ δι᾽ ἀμφοῖν, ἀρετῆς λέγω καὶ γνώσεως, μίαν σοφίαν συνισταμένην ἐπιδεικνύμενον, ἵνα γνῶμεν(33) ὅτι συμφωνοῦσιν ἀλλήλαις διὰ πάντων αἱ δύο ∆ιαθῆκαι κατὰ τὴν χάριν πλέον εἰς ἑνὸς μυστηρίου συμπλήρωσιν ἢ ὅσον ψυχὴ καὶ σῶμα πρὸς ἑνὸς ἀνθρώπου γένεσιν κατὰ τὴν σύνθεσιν ἀλλήλοις συμβαίνουσιν.

Εἰ δέ τις, ταῖς κατὰ νοῦν θεωρίαις φιλοτιμούμενος, ἐκλαβὼν εἴποι τὰς δύο ἐλαίας εἶναι τοὺς δύο νόμους, τόν τε φυσικὸν λέγω καὶ τὸν πνευματικόν, οὐκ ἔξω βέβηκε τῆς ἀληθείας. Ὁ μὲν γὰρ φυσικός(34), ὡς ἐξ ἀριστερῶν τοῦ λαμπαδίου, τουτέστι τοῦ σαρκωθέντος Θεοῦ Λόγου, διὰ τῆς συγγενοῦς αἰσθήσεως τοὺς ἐν τοῖς αἰσθητοῖς πρὸς ἀρετὴν τρόπους νοηθήσεται τῷ λόγῳ προσάγων, ὁ δὲ νοερός, ἥγουν πνευματικός, ἐκ δεξιῶν διὰ τῆς συγγενοῦς νοήσεως τοὺς ἐν τοῖς οὖσι πρὸς γνῶσιν πνευματικὴν λόγους ἀναλεγόμενος· δι᾽ ὧν τὰς διαφόρους ἕξεις τῶν πνευματικῶν χαρισμάτων, καθάπερ λύχνων ἐπαρυστρίδας, πρακτικῶν καὶ γνωστικῶν θεωρημάτων πληρώσαντες, ἄσβεστον τὸ φῶς τῆς ἀληθείας φυλάττομεν.

Γνωστικώτερον δὲ τυχὸν ὁ τόπος οὗτος τῆς Γραφῆς κατανοούμενος διὰ τῶν δύο ἐλαιῶν, τῶν ἐκ δεξιῶν τοῦ λαμπαδίου καὶ ἐξ εὐωνύμων, τὴν πρόνοιαν δηλοῖ καὶ τὴν κρίσιν, ὧν ἕστηκε μέσος, ὡς ἐπὶ λυχνίας χρυσῆς τῆς ἁγίας καθολικῆς Ἐκκλησίας ἢ τῆς τοῦ καθ᾽ ἕκαστον ἁγίου ψυχῆς, πᾶσι πυρσεύων τῆς ἀληθείας τὸ φῶς, ὁ τὸ πᾶν, ὡς Θεός, περιέχων Λόγος, καὶ τοὺς κατὰ πρόνοιαν καὶ κρίσιν