1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

58

ὑπεραγωνιζόμενοι δέχονται τροφὴν ἄφθαρτον καὶ τὸν νοῦν πιαίνουσαν τὴν γνῶσιν τῶν γεγονότων.

Καθ᾽ ἕτερον δὲ τρόπον, τοὺς τρεῖς γενικωτέρους νόμους αἱ τρεῖς ἡμέραι σημαίνουσι, τὸν γραπτόν φημι καὶ τὸν φυσικὸν καὶ τὸν πνευματικὸν ἤγουν τὸν τῆς χάριτος. Πᾶς γὰρ νόμος οἰκείως ἑαυτῷ τῆς ἀνθρωπίνης φύσεως ὑπάρχει φωτιστικός, τοῦ φωτὸς ἔχων δημιουργὸν τὸν τῆς δικαιοσύνης ἥλιον. Ὡς γὰρ ἡλίου χωρὶς ἡμέραν γενέσθαι παντελῶς ἀμήχανον, οὕτω δίχα τῆς οὐσιώδους καὶ ὑφεστώσης σοφίας νόμος εἶναι δικαιοσύνης οὐ δύναται, τῆς ἐν ἑκάστῳ νόμῳ τὴν οἰκείαν ποιουμένης ἀνατολὴν καὶ τοὺς νοεροὺς τῶν ψυχῶν ὀφθαλμοὺς νοητοῦ φωτὸς ἐμπιπλώσης. (14Β_246> Ὅπερ εἰδὼς ∆αβὶδ ὁ μακάριός φησι· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου· λύχνον τὸν γραπτὸν καλέσας νόμον, ὡς τεχνικῶς τοῖς τῶν σωματικῶν συμβόλων αἰνιγμάτων τε καὶ τύπων διαφόροις συνθήμασι τὸ καυστικὸν φῶς τῆς τῶν παθῶν μοχθηρίας πυρσεύοντα τοῖς διὰ πράξεως κατὰ τῶν ἐναντίων δυνάμεων πλατύνουσι τῆς ψυχῆς τὰ διαβήματα, φῶς δὲ τὸν πνευματικὸν τῆς χάριτος νόμον, ὡς ἀτέχνως δίχα τῶν αἰσθητῶν συμβόλων τὰς αἰωνίους δεικνύοντα τρίβους· ἐν αἷς τὸν δρόμον ὁ θεωρητικὸς ποιούμενος νοῦς πρὸς τὸ ἀκρότατον τῶν ἀγαθῶν πέρας ἄγεται, τὸν Θεόν, μηδενὶ τῶν ὄντων ὁρίζων τῆς διανοίας τὴν κίνησιν. Ἀνέσπερον γὰρ τὸ φῶς ὑπάρχει τοῦ νόμου τῆς χάριτος, οὐκ ἔχον τὴν οἱανοῦν γνῶσιν τὰς αὐτοῦ παμφαεῖς ἀκτῖνας ὁρίζουσαν. Ἢ τυχὸν πόδας ἐκάλεσεν ὁ προφήτης ὅλον τοῦ κατὰ Θεὸν βίου τὸν δρόμον ἢ τὰς κατὰ ψυχὴν κινήσεις τῶν ἀγαθῶν λογισμῶν, ὁδηγουμένας καθάπερ λύχνῳ τῷ ἐν τῷ γράμματι τοῦ νόμου φωτί, τρίβους δὲ τοὺς κατὰ τὸν φυσικὸν νόμον τρόπους τῶν ἀρετῶν καὶ τοὺς κατὰ τὸν πνευματικὸν νόμον τῆς γνώσεως λόγους, τῇ παρουσίᾳ τοῦ Θεοῦ Λόγου δεικνυμένους καὶ πρὸς ἑαυτὴν τὴν φύσιν καὶ τὴν αἰτίαν δι᾽ ἀρετῆς τε καὶ γνώσεως ἐπανάγοντας.

Ταύτας τὰς τρεῖς ἡμέρας ἤγουν νόμους τῷ Θεῷ Λόγῳ προσμείναντες καὶ τοὺς ὑπὲρ ἑκάστου προθύμως ὑπομείναντες πόνους οἱ πρὸς σωτηρίαν τετραμμένην τὴν ἔφεσιν ἔχοντες οὐκ ἀπολύονται νήστεις, ἀλλὰ δέχονται τροφὴν δαψιλῆ τε καὶ θείαν, ὑπὲρ μὲν τοῦ γραπτοῦ νόμου τὴν τῶν παρὰ φύσιν παθῶν τελείαν ἀπαλλαγήν, ὑπὲρ δὲ τοῦ φυσικοῦ τὴν ἄπταιστον τῶν κατὰ φύσιν ἐνέργειαν, καθ᾽ ἣν ἡ ἀλληλοῦχος σχέσις συνίσταται, πᾶσαν ἀπωθουμένη τῆς φύσεως σκεδαστὴν ἑτερότητά τε καὶ διαίρεσιν, ὑπὲρ δὲ τοῦ πνευματικοῦ τὴν πρὸς αὐτὸν ἕνωσιν τὸν Θεόν, καθ᾽ ἥν, πάντων ἐκβάντες τῶν γενητῶν, τὴν ὑπὲρ φύσιν (14Β_248> δέχονται δόξαν, δι᾽ ἧς ὁ Θεὸς μόνος ἐν αὐτοῖς ἀπαστράπτων γνωρίζεται.

Ἔχετε δὲ περὶ τούτου πλατύτερον ἐν τοῖς Ἀπόροις εἰς τὸν περὶ τῆς ἁγίας Πεντηκοστῆς λόγον τοῦ ἁγίου Γρηγορίου.

ΣΧΟΛΙΑ 1. Λόγον, θυμόν, ἐπιθυμίαν λέγει. Τῷ γάρ λόγῳ ζητοῦμεν· τῇ ἐπιθυμίᾳ δέ,

ποθοῦμεν τό ζητηθέν ἀγαθόν· τῷ δέ θυμῷ, ὑπεραγωνιζόμεθα. 2. Καί τάς δυνάμεις τῆς ψυχῆς κέκληκεν ἡμέρας, ὡς δεκτικάς τοῦ φωτός τῶν

θείων προσταγμάτων· καί τούς τρεῖς γενικωτέρους νόμους, φωτιστικούς τῶν δεκτικῶν, δηλονότι τῶν ψυχῶν. Ὥσπερ γάρ τό φῶς ἐκάλεσεν ἡμέραν ἡ Γραφή τῆς Γενέσεως, φάσκουσα· Καί ἴδεν ὁ Θεός τό φῶς ὅτι καλόν, καί ἐκάλεσεν ὁ Θεός τό φῶς ἡμέραν· καί πάλιν τόν πεφωτισμένον ἀέρα, φήσασα· Καί ἐγένετο ἑσπέρα, καί ἐγένετο πρωΐ ἡμέρα μία· οὕτως οὐ μόνον τάς δυνάμεις τῆς ψυχῆς ἐκάλεσεν ἡμέρας, ἀλλά καί τούς ταύτας φωτίζοντας νόμους. Ἡ γάρ διόλου τούτων εἰς ἄλληλα περιχώρησις, τήν σύνθετον ποιεῖ τῶν ἀρετῶν ἡμέραν, μή διακρίνουσα τοῦ κατά τόν λόγον θείου φωτός, τάς ποιωθείσας αὐτῷ δι᾿ ὅλου δυνάμεις.