1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

161

τρεφόμενον τὸ φῶς τῆς ἐν τοῖς χαρίσμασι γνώσεως ἄσβεστον οὐ συντηρεῖται τοῖς ἔχουσιν.

Οὐκοῦν καλῶς τὴν ὅρασιν ἀνάγων πρὸς θεωρίαν πνευματικὴν(21) ὁ λόγος παρείκασε τὴν μὲν λυχνίαν τῇ Ἐκκλησίᾳ, τὸ δὲ λαμπάδιον τῷ σαρκωθέντι Θεῷ καὶ τὴν ἡμετέραν φύσιν ἀτρέπτως ἑαυτῷ καθ᾽ ὑπόστασιν περιθεμένῳ, τοὺς δὲ λύχνους τοὺς ἑπτὰ τοῖς τοῦ Πνεύματος χαρίσμασιν, ἤγουν ἐνεργείαις, ὡς ὁ μέγας προαπέδειξε σαφῶς Ἡσαΐας, τὰς δὲ τῶν λύχνων ἐπαρυστρίδας ταῖς δεκτικαῖς τῶν θείων τῆς Γραφῆς νοημάτων ἕξεσι τῶν δεξαμένων τὰ θεῖα χαρίσματα, τὰς δὲ δύο ἐλαίας ταῖς δυσὶ ∆ιαθήκαις, ἐξ ὧν ἡ τῶν θείων νοημάτων γεωργουμένη σοφῶς ἐκδίδοσθαι πέφυκε δύναμις, δι᾽ ἧς τὸ φῶς τῶν θείων μυστηρίων ἄσβεστον συντηρεῖται τρεφόμενον.

«Καὶ μία», φησίν, «ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων»(22). ∆εξιὰν οἶμαι λέγειν τὸν προφήτην τὸ πνευματικώτερον τοῦ λόγου μέρος, εὐώνυμον δὲ τὸ σωματικώτερον. Εἰ δὲ τὸ σωματικώτερον μέρος τοῦ λόγου δηλοῖ τὸ ἀριστερόν, τὸ δὲ πνευματικώτερον μέρος σημαίνει τὸ δεξιόν, τὴν Παλαιὰν ∆ιαθήκην τὴν ἐξ εὐωνύμων ἐλαίαν ὑπολαμβάνω σημαίνειν, ὡς τῆς πρακτικῆς μᾶλλον προνοουμένην φιλοσοφίας, τὴν ἐκ δεξιῶν δὲ τὴν Νέαν ∆ιαθήκην, ὡς καινοῦ μυστηρίου διδάσκαλον καὶ τῆς ἐν ἑκάστῳ τῶν πιστῶν θεωρητικῆς ἕξεως ποιητικήν· ἡ μὲν γὰρ ἀρετῆς τρόπους, ἡ δὲ γνώσεως λόγους παρέχεται τοῖς τὰ θεῖα φιλοσοφοῦσιν· καὶ ἡ μέν, τῆς τῶν ὁρωμένων ὁμίχλης ὑφαρπάζουσα, πρὸς τὸ συγγενὲς ἀνάγει τὸν νοῦν, πάσης καθαρὸν ὑλικῆς φαντασίας γεγενημένον, ἡ δὲ τῆς ὑλικῆς προσπαθείας αὐτὸν ἀποκαθαίρει, τῷ τῆς ἀνδρείας τόνῳ, καθάπερ σφύρᾳ τινί, τοὺς πρὸς τὸ σῶμα τῆς γνώμης κατὰ τὴν σχέσιν ἐκκρουόμενον ἥλους· καὶ ἡ μὲν Παλαιὰ σῶμα, πρὸς ψυχὴν (14Γ_278> λογισθέν, διὰ μέσων ἀναβιβάζει τῶν ἀρετῶν, κωλύουσα τοῦ πρὸς σῶμα τὸν νοῦν καταβιβάζεσθαι, ἡ δὲ Νέα τὸν νοῦν πρὸς τὸν Θεὸν ἀναβιβάζει, τῷ πυρὶ τῆς ἀγάπης πτερούμενον· καὶ ἡ μὲν ταὐτὸν ἐργάζεται τῷ νοῒ τὸ σῶμα κατὰ τὴν θέσει κίνησιν(23), ἡ δὲ ταὐτὸν τῷ Θεῷ τὸν νοῦν ἀποτελεῖ κατὰ τὴν ἕξιν τῆς χάριτος, τοσαύτην ἔχοντα πρὸς τὸν Θεὸν τὴν ἐμφέρειαν, ὥστε δι᾽ αὐτοῦ τὸν Θεὸν γνωρίζεσθαι, τὸν ἐξ ἑαυτοῦ κατὰ φύσιν οὐδαμῶς τὸ παράπαν οὐδενὶ γινωσκόμενον, ὡς ἔκ τινος εἰκόνος ἀρχέτυπον.

Ταῦτα μὲν ὧδε κατὰ τοῦτον ἐχέτω τὸν τρόπον. Εἰ δὲ βούλεταί τις καὶ εἰς τὸν καθ᾽ ἕκαστον ἄνθρωπον λαμβάνειν τῶν εἰρημένων τὴν δύναμιν, οὐκ ἀπορήσει πάντως καλῶν καὶ εὐσεβῶν θεωρημάτων. Λυχνίαν γὰρ δυνήσεται νοεῖν τὴν ἑκάστου ψυχήν(24), χρυσῆν ὅλην, ὡς κατὰ φύσιν νοεράν τε καὶ λογικὴν ἄφθαρτόν τε καὶ ἀθάνατον καὶ τῷ βασιλικωτάτῳ κράτει τῆς αὐτεξουσιότητος τετιμημένην, ἔχουσαν ἐφ᾽ ἑαυτῆς τὸ λαμπάδιον τῆς πίστεως, ἤγουν τὸν σάρκα γενόμενον Λόγον, πιστευόμενον αὐτῇ βεβαίως καὶ ἀληθῶς ὑπ᾽ αὐτῆς λατρευόμενον· ἐφ᾽ ἣν ὁ λύχνος τοῦ λόγου, τῆς γνώσεως ἀναπτόμενος, τίθεται, κατὰ τὴν αὐτοῦ τοῦ Θεοῦ καὶ Λόγου διδαχὴν καὶ παραίνεσιν. Φησὶ γάρ· «οὐδεὶς ἅπτει λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ», λύχνον λέγων τυχὸν(25) τὸν κατὰ πρᾶξιν ἐν πνεύματι τῆς γνώσεως λόγον, ἤγουν τὸν νόμον τοῦ πνεύματος, μόδιον δὲ τὸ χοϊκὸν φρόνημα τῆς σαρκός, ἤγουν τὸν ἐμπαθῆ νόμον τοῦ σώματος, ὑφ᾽ ὃν οὐ δεῖ ποιεῖσθαι τὸν νόμον τῆς χάριτος, ἀλλ᾽ ἐπὶ τὴν ψυχήν, τὴν ὄντως χρυσῆν λυχνίαν, ἵνα, λάμπων ταῖς ἀστραπαῖς τῶν ἔργων τῆς δικαιοσύνης καὶ τῶν σοφῶν νοημάτων πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ, τουτέστι τῇ Ἐκκλησίᾳ ἢ τῷδε τῷ κόσμῳ, μιμητὰς τοῦ καλοῦ τοὺς θεωμένους καθίστησιν, δοξάζοντας καὶ αὐτοὺς διὰ (14Γ_280> τῶν ἔργων τῆς ἀρετῆς(26), ἀλλ᾽ οὐ ψιλῇ προφορᾷ λόγων, τὸν ἐν οὐρανοῖς Πατέρα, τουτέστι τὸν Θεὸν τὸν ἐν τοῖς ὑψώμασι τῶν μυστικῶν θεωρημάτων τῆς γνώσεως τὴν τῶν κατὰ τὴν ἀρετὴν φαινομένων ἔργων τῆς δικαιοσύνης ἐν τοῖς