1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

131

ἑκουσίοις δι᾽ ἐγκρατείας μαχόμενος καὶ τοῖς ἀκουσίοις δι᾽ ὑπομονῆς ἐγκαρτερῶν πειρασμοῖς, καὶ ὁλόκληρός (14Γ_146> ἐστιν ὁ καὶ τὴν πρᾶξιν μετὰ γνώσεως καὶ τὴν θεωρίαν οὐκ ἄπρακτον διανύων.

∆ιῃρημένης γὰρ εἰς ψυχήν τε καὶ αἴσθησιν τῆς τε λύπης καὶ τῆς ἡδονῆς, ὁ τὴν ψυχῆς περιποιούμενος ἡδονήν, τὴν δὲ τῆς αἰσθήσεως μεθ᾽ ὑπομονῆς καταδεχόμενος λύπην, δόκιμος γίνεται καὶ τέλειος καὶ ὁλόκληρος· δόκιμος μὲν διὰ τὴν πεῖραν τῶν κατ᾽ αἴσθησιν ἐναντίων, τέλειος δὲ ὡς τῇ κατ᾽ αἴσθησιν ἡδονῇ τε καὶ λύπῃ δι᾽ ἐγκρατείας καὶ ὑπομονῆς ἀνενδότως μαχόμενος, ὁλόκληρος δὲ ὡς τὰς μαχομένας ταῖς κατ᾽ αἴσθησιν ἀλλήλαις ἀντικειμέναις διαθέσεσιν ἕξεις ἐν τῇ σταθερότητι τῆς κατὰ τὸν λόγον ταυτότητος ἀλωβήτους διαφυλάττων, φημὶ δὲ τὴν πρᾶξιν καὶ τὴν θεωρίαν ἀλλήλαις συνεχομένας καὶ μηδεμίαν τῆς ἑτέρας διεζευγμένην, ἀλλὰ τὴν μὲν πρᾶξιν τῆς θεωρίας τὴν γνῶσιν διὰ τῶν τρόπων προφαίνουσαν, τὴν δὲ θεωρίαν οὐχ ἧττον τοῦ λόγου τὴν ἀρετὴν τεθωρακισμένην τῆς πράξεως.

Οὐκοῦν ἐπειδὴ τήν τε λύπην καὶ τὴν ἡδονὴν διττὴν οὖσαν ἀπέδειξεν ὁ λόγος καὶ τὴν μὲν κατὰ ψυχήν, τὴν δὲ κατ᾽ αἴσθησιν συνισταμένην, φέρε καὶ τὰς τούτων συνοπτικωτέρας κατὰ δύναμιν θεωρήσωμεν αἰτίας. Τῆς μὲν οὖν κατὰ ψυχὴν λύπης διττὸς ὁ τρόπος, ὁ μὲν ἐπὶ τοῖς οἰκείοις, ὁ δὲ ἐπὶ τοῖς ἀλλοτρίοις πλημμελήμασι συνιστάμενος, αἰτία δὲ τῆς τοιαύτης λύπης ἡ κατ᾽ αἴσθησιν τοῦ λυπουμένου σαφῶς ἢ τῶν δι᾽ οὓς λυπεῖται καθέστηκεν ἡδονή· κατὰ γὰρ τὸν ἀκριβῆ λόγον οὐκ ἔστι παντελῶς ἁμαρτία σχεδὸν ἐν ἀνθρώποις μὴ τὴν ψυχῆς πρὸς αἴσθησιν, ἡδονῆς ἕνεκεν, ἀλόγιστον σχέσιν ἀρχὴν τῆς οἰκείας γενέσεως ἔχουσα. Τῆς δὲ κατὰ ψυχὴν ἡδονῆς αἰτία πρόδηλός ἐστιν ἡ κατ᾽ αἴσθησιν τοῦ ἐπὶ ταῖς οἰκείαις ἢ ταῖς ἀλλοτρίαις ἀρεταῖς ἡδομένου τε καὶ χαίροντος λύπη· κατὰ γὰρ τὸν ἀκριβῆ λόγον οὐκ ἔστι παντελῶς ἀρετὴ σχεδὸν ἐν ἀνθρώποις μὴ τὴν ψυχῆς πρὸς αἴσθησιν λελογισμένην ἀποδιάθεσιν ἀρχὴν τῆς οἰκείας γενέσεως ἔχουσα.

(14Γ_148> Τῆς δὲ ψυχῆς ὑπὲρ ἀρετῆς πρὸς τὴν αἴσθησιν ἀποδιάθεσιν κτησαμένης, ἐξ ἀνάγκης ἡ αἴσθησις ἐν πόνοις ἔσται, τὴν τῶν ἡδέων ἐπινοητικήν, συνημμένην αὐτῇ κατὰ τὴν γνωμικὴν σχέσιν, τῆς ψυχῆς οὐκ ἔχουσα δύναμιν, τοὐναντίον δὲ τῶν μὲν αὐτῆς φυσικῶν ἡδονῶν τὴν ἐπανάστασιν δι᾽ ἐγκρατείας ἀνδρικῶς ἀπορραπίζουσαν, πρὸς δὲ τὴν τῶν παρὰ φύσιν καὶ ἀκουσίων πόνων ἐπαγωγὴν διὰ τῆς ὑπομονῆς ἀμείλικτον παντελῶς διαμένουσαν καὶ τῆς κατ᾽ ἀρετὴν θεοπρεποῦς ἀξίας τε καὶ δόξης διὰ τὴν ἀνυπόστατον ἡδονὴν οὐκ ἐξισταμένην καὶ πρὸς τὴν τῶν πόνων ἀντίληψιν φειδοῖ τῆς σαρκὸς διὰ τὴν ὀδύνουσαν αἴσθησιν τοῦ ὕψους τῶν ἀρετῶν οὐκ ἀποπίπτουσαν. Τῆς δὲ κατ᾽ αἴσθησιν λύπης αἰτία καθέστηκεν ἡ πρὸς τὰ κατὰ φύσιν τῆς ψυχῆς παντελὴς ἀσχολία· τὴν δὲ κατ᾽ αἴσθησιν ἡδονὴν ἡ παρὰ φύσιν ἐνέργεια τῆς ψυχῆς προδήλως ὑφίστησιν, ἄλλην ἀρχὴν ἔχειν οὐ δυναμένην συστάσεως ἢ τὴν ψυχῆς τῶν κατὰ φύσιν ἀπόθεσιν.

Νοῦς γὰρ καὶ αἴσθησις ἀντικειμένην ἔχουσι πρὸς ἄλληλα τὴν κατὰ φύσιν ἐνέργειαν διὰ τὴν τῶν αὐτοῖς ὑποκειμένων ἀκροτάτην διαφορὰν καὶ ἑτερότητα. Ὁ μὲν γὰρ ὑποκειμένας ἔχει τὰς νοητὰς καὶ ἀσωμάτους οὐσίας, ὧν κατ᾽ οὐσίαν ἀντιλαμβάνεσθαι πέφυκεν, ἡ δὲ τὰς αἰσθητὰς καὶ σωματικὰς φύσεις, ὧν καὶ αὐτὴ φυσικῶς ἀντιλαμβάνεται.

Ἐπεὶ οὖν οὐκ ἔστι δυνατὸν πρὸς τὰ συγγενῆ νοητὰ τὸν νοῦν διαβῆναι δίχα τῆς τῶν διὰ μέσου προβεβλημένων αἰσθητῶν θεωρίας, ταύτην δὲ γενέσθαι παντελῶς ἀμήχανον χωρὶς τῆς, αὐτῷ μὲν συγκειμένης τοῖς αἰσθητοῖς δὲ κατὰ φύσιν συγγενοῦς, αἰσθήσεως, εἰκότως, εἰ μὲν προσβαλὼν ἐνσχεθῇ ταῖς ἐπιφανείαις τῶν ὁρατῶν, ἐνέργειαν εἶναι φυσικὴν τὴν συγκειμένην οἰόμενος αἴσθησιν, τῶν μὲν κατὰ φύσιν ἐκπέπτωκε νοητῶν, τῶν δὲ παρὰ φύσιν ἀμφοῖν ταῖν χεροῖν, τὸ δὴ λεγόμενον, ἐπελάβετο σωμάτωνοἷς παρὰ τὸν λόγον ἐνεργούμενος διὰ τὴν αὐτὸν ἐκνικήσασαν