1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

75

λόγον γεωργεῖ, κατ᾽ ἐπίγνωσιν τὸν νοῦν περιτέμνων τῆς ὕλης καὶ τῶν ὑλικῶν, ἀλλ᾽ οὐκ ἰουδαϊκῶς τὴν αἰσχύνην δόξαν ἡγούμενος. Χρῄζειν δὲ καὶ τούτους φησὶν ὁ λόγος τοῦ ἐκ τῶν λατομηθέντων ἐν τῇ ἐρήμῳ λάκκων θείου τῆς σοφίας νάματος, ἵνα κατὰ τὴν ἀναλογίαν τῆς πίστεως ἕκαστος τὸν ἐπιτήδειον δέχηται λόγον ἐκ τῶν πεπιστευμένων τὴν χάριν τῆς τοῦ σωτηρίου λόγου διδασκαλίας· δι᾽ οὗ μεγαλοφυῶς τῆς τοῦ καθέκαστον ἐπιμελεῖται ψυχῆς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ καλὸς καὶ ἐπιστήμων γεωργὸς καὶ ὢν καὶ ἀεὶ γινόμενος καὶ πάντα τὰ προειρημένα τῆς ἡμῶν ἕνεκεν σωτηρίας πραξάμενος.

Οὕτω μὲν οὖν ἐπιτόμως ἡμῖν καθ᾽ ἕνα τρόπον τε θεωρήσθω τὰ προτεθέντα, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὑφηγούμενα. Καθ᾽ ἕτερον δὲ τρόπον, καὶ εἰς τὸν καθέκαστον νοῦν θεωρούμενα, πλείστην ἔχει δύναμιν πρὸς ἀπαρτισμὸν τελειότητος τῶν τῷ φόβῳ καὶ τῇ ἀγάπῃ τοῦ Κυρίου πεφρουρημένων. Πρὶν δὲ τῆς αὐτῶν ἅψασθαι θεωρίας, ἀπορῶ θαυμάζων πῶς ἠδύνατο τῆς Ἰουδαίας ὑπάρχων βασιλεὺς ὁ Ὀζίας κατὰ τὴν ἱστορίαν ἔχειν ἀμπελουργοὺς ἐν τῷ Καρμήλῳ, μὴ ὄντι ὑπὸ τὴν βασιλείαν Ἰούδα, ἀλλὰ τῇ τοῦ Ἰσραὴλ ὑποκειμένῳ βασιλείᾳ· ἐφ᾽ οὗ καὶ ἡ πόλις αὐτὴ τῆς τοῦ Ἰσραὴλ βασιλείας σχεδὸν ᾠκοδόμητο. Ἀλλ᾽ ὡς ἔοικε τὸ νωθρὸν ἡμῶν τῆς διανοίας πρὸς ἔρευναν τῆς ἀληθείας διεγείρων ὁ λόγος τὸ μηδαμῶς ὑπάρχον τῷ τῆς ἱστορίας ὕφει παρέμιξεν.

Ὀζίας τοίνυν ἐστὶν ὁ περὶ πρᾶξιν καὶ θεωρίαν τὴν θείαν (14Β_316> ἰσχὺν κεκτημένος νοῦς· ἰσχὺς γὰρ Θεοῦ, καθὼς ἔφην, ἑρμηνεύεται. Καὶ ἦν φησιν Ὀζίας ἐκζητῶν τὸν Κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιέντος ἐν φόβῳ Κυρίου. Ζαχαρίας ἑρμηνεύεται μνήμη Θεοῦ. Οὐκοῦν ὁ νοῦς, ἐφ᾽ ὅσον ἔχει ζῶσαν ἐν ἑαυτῷ τὴν τοῦ Θεοῦ μνήμην, διὰ τῆς θεωρίας ἐκζητεῖ τὸν Κύριον, καὶ οὐχ ἁπλῶς, ἀλλ᾽ ἐν φόβῳ Κυρίου, τουτέστιν ἐν τῇ πράξει τῶν ἐντολῶν. Ὁ γὰρ ἐκζητῶν διὰ θεωρίας τὸν Κύριον χωρὶς πράξεως, οὐχ εὑρίσκει τὸν Κύριον, ὅτι οὐκ ἐν φόβῳ Κυρίου τὸν Κύριον ἐξεζήτησεν.

Καὶ εὐόδωσεν αὐτῷ ὁ Κύριος. Παντὶ γὰρ τῷ μετὰ γνώσεως πράττοντι εὐοδοῖ ὁ Κύριος, τούς τε τῶν ἐντολῶν διδάσκων τρόπους καὶ τοὺς τῶν ὄντων ἀληθεῖς λόγους ἀποκαλύπτων.

Καὶ ᾠκοδόμησεν Ὀζίας πύργους ἐν Ἱερουσαλήμ. Ὁ καλῶς εὐοδούμενος ἐπὶ τὴν διὰ θεωρίας ἐκζήτησιν τοῦ Κυρίου μετὰ τοῦ ἐπιβεβλημένου φόβου, τουτέστι τῆς τῶν ἐντολῶν πράξεως, οἰκοδομεῖ πύργους ἐν Ἱερουσαλήμ, κατὰ τὴν ἁπλῆν δηλαδὴ καὶ ἠρεμαίαν τῆς ψυχῆς κατάστασιν τοὺς περὶ θεότητος ἀνυψῶν λόγους.

Καὶ ἐπὶ τὴν πύλην τῆς γωνίας. Πύλη τῆς γωνίας, ἤγουν τῆς ἐκκλησιαστικῆς πίστεως, ἔστιν ἡ εὐσεβὴς πολιτεία, δι᾽ ἧς εἰς τὴν τῶν ἀγαθῶν εἰσαγόμεθα κληρονομίαν· ἐφ᾽ ἧς καθάπερ πύργους ἰσχυρούς τε καὶ γενναίους ὁ γνωστικὸς νοῦς τὰ ὀχυρώματα τῶν θείων περὶ σαρκώσεως δογμάτων οἰκοδομεῖ, ὡς ἐκ λίθων τινῶν τῶν διαφόρων νοημάτων συγκείμενα, καὶ τοὺς τρόπους τῶν ἀρετῶν εἰς τὴν φυλακὴν τοῦ ἔργου τῶν ἐντολῶν.

Καὶ ἐπὶ τὴν γωνίαν τῆς φάραγγος. Φάραγξ ἐστὶν ἡ σάρξ, γωνία δὲ ταύτης ἡ πρὸς τὴν ψυχὴν διὰ τοῦ νόμου τῶν ἐντολῶν ἐστιν ἕνωσις· ἐφ᾽ ἧς καθάπερ πύργον οἰκοδομεῖ τὴν κατὰ τὸν νόμον τοῦ Πνεύματος ὑποτάσσουσαν τῇ ψυχῇ τὴν σάρκα διάγνωσιν.

Καὶ ἐπὶ τῶν γωνιῶν. Πολλάς φησιν εἶναι τὰς γωνίας, (14Β_318> ἐφ᾽ ὧν ᾠκοδομηκέναι λέγεται τοὺς πύργους ὁ κατὰ Θεὸν ἰσχυρότατος νοῦς. Γωνία ἐστὶν οὐ μόνον ἐπὶ τῆς αὐτῆς φύσεως ἡ τῶν μερῶν πρὸς τὰ καθόλου κατὰ τὸν αὐτὸν τοῦ εἶναι λόγον ἕνωσις, ὡς φέρε εἰπεῖν πρὸς τὰ εἴδη τὰ ὑπ᾽ αὐτὰ ἄτομα καὶ πρὸς τὰ γένη τὰ εἴδη καὶ πρὸς τὴν οὐσίαν τὰ γένη, μοναδικῶς κατὰ τὸ πέρας τῶν ἄκρων ἀλλήλοις συναπτομένων, ἐφ᾽ ὧν οἱ καθόλου τῶν μερῶν προφανέντες λόγοι ποιοῦνται