1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

153

Ἢ τυχὸν κλέπτης ἐστὶν ὁ διάβολος(16), ὡς δι᾽ ἀπάτης δόλῳ τὴν ἑκάστου πρὸς ἑαυτὸν μεταφέρειν μέχρι καὶ νῦν μηχανώμενος ἔφεσιν, ἐπίορκος δὲ καὶ ψεύστης, ὡς παραλογιστὴς ὁμοῦ καὶ τῇ τῶν ἀμεινόνων ἐλπίδι τοὺς κουφοτέρους τῶν τέως ἐν χερσὶν ἀγαθῶν ἀφίστασθαι πείθων καὶ διὰ τῶν νομιζομένων ἡδέων λανθανόντως τοῖς πειθομένοις αὐτῷ πόνους δημιουργῶν. Οἶκος δὲ τούτου τοῦ κλέπτου καὶ ψεύστου καθέστηκεν ἡ φιλαμαρτήμων τῆς ἑκάστου καρδίας διάθεσις, ἔχουσα καθάπερ λίθους τὴν περὶ τὰ καλὰ τῆς καρδίας πώρωσιν καὶ ἀναισθησίαν, ξύλα δὲ τὰ ἐξαπτικὰ ἐνθύμια τῆς τῶν παθῶν ἀκαθάρτου πυρώσεως.

Ἢ μήποτε ξύλα φησὶ τροπικῶς ἡ Γραφὴ(17) τὴν ἐπιθυμίαν ξύλον γὰρ ταύτης, τῆς ἐπιθυμίας δηλονότι, πρῶτον ἀναγέγραπται (14Γ_242> παρὰ φύσιν διαφθεῖραν τὴν κίνησιν καὶ διὰ τοῦτο παντὸς πάθους, ὡς τοῦ πυρὸς ἡ ξυλώδης ὕλη, ταύτην δεκτικὴν εἶναι τῆς ψυχῆς τὴν δύναμιν, λίθους δὲ τὸ στερρὸν τυχὸν καὶ ἀναίσθητον καὶ μὴ ὑπεῖκον τῷ λόγῳ τῆς ἀρετῆς τῶν θυμικῶν κινημάτων· ἅπερ πάντα μετὰ τῆς ἐν ᾗ ταῦτα τυγχάνουσιν οἰκίας, ἤγουν διαθέσεως, ἀφανίζει τε καὶ συντελεῖ παραγινόμενος ὁ τοῦ Θεοῦ Λόγος, ἐκβάλλων αὐτῆς πρότερον διὰ τῆς πίστεως τὸν διὰ τῆς πλάνης ἐν αὐτῇ ποτε κατοικήσαντα διάβολον, τὸν οἰόμενον ἰσχυρὸν εἶναι πέδαις ἀλύτοις καταδήσας καὶ τὴν οἰκίαν αὐτοῦ διαρπάσας, τήν τε τῶν παθῶν ἐξαπτικὴν ἕξιν μετὰ τῆς περὶ τὰ καλὰ πωρώσεως ἀπελαύνων τῆς καρδίας.

Ἢ τυχὸν λίθους μὲν καλεῖ(18) τὴν περὶ τὰ καλὰ τῆς ψυχῆς ῥαθυμίαν, ὡς ἀρετῶν ἀναισθητούσης, ξύλα δὲ τὴν περὶ τὰ κακὰ προθυμίαν· ἅπερ πάντα ἔξω τῆς καρδίας τῶν πιστῶν διωθούμενος ὁ Λόγος οὐ παύεται ποιῶν εἰρήνην καὶ ἀποκαταλλάσσων ἐν ἑνὶ σώματι τῶν ἀρετῶν τούς τε μακρὰν καὶ τοὺς ἐγγύς, τὸ μεσότοιχον δηλονότι τοῦ φραγμοῦ καταλύων, λέγω δὲ τὴν ἁμαρτίαν, καὶ τῆς γνώμης ἀκυρῶν τὸ περὶ κακίαν χειρόγραφον καὶ τὸ φρόνημα τῆς σαρκὸς καθυποτάσσων τῷ νόμῳ τοῦ Πνεύματος. Τοὺς μακρὰν γὰρ ἐκάλεσεν, ὡς οἶμαι, τὰς κατ᾽ αἴσθησιν κινήσεις, μακρὰν κατὰ φύσιν οὔσας καὶ ξένας παντάπασι τοῦ νόμου τοῦ Θεοῦ, ἐγγὺς δὲ τὰς νοερὰς τῆς ψυχῆς ἐνεργείας, ὡς τοῦ λόγου κατ᾽ οἰκείωσιν οὐκ οὔσας μακράν· ἅσπερ συνάπτει μετὰ τὴν κατάλυσιν τοῦ σαρκικοῦ νόμου(19) κατὰ τὸν τῆς ἀρετῆς τρόπον, συνδέων αὐτὰς ἀλλήλαις τῷ πνεύματι. Μεσότοιχον γάρ, ὡς οἶμαι, τὸν κατὰ φύσιν νόμον τοῦ σώματος κέκληκεν, φραγμὸν δὲ τὴν ἐν τῷ νόμῳ τῆς σαρκὸς πρὸς τὰ πάθη σχέσιν, ἤγουν τὴν ἁμαρτίαν· μόνη γὰρ ἡ (14Γ_244> πρὸς τὰ πάθη τῆς ἀτιμίας σχέσις τοῦ νόμου τῆς φύσεως, τουτέστι τοῦ παθητοῦ τῆς φύσεως μέρους, φραγμὸς γίνεται, τῆς ψυχῆς τὸ σῶμα διατειχίζων καὶ τοῦ λόγου τῶν ἀρετῶν τὴν πρὸς σάρκα διὰ μέσης ψυχῆς κατὰ τὴν πρᾶξιν μὴ συγχωρῶν γενέσθαι διάβασιν. Ὁ δὲ Λόγος παραγενόμενος καὶ τὸν τῆς φύσεως νόμον, ἤγουν τὸ τῆς φύσεως παθητόν, καταπαλαίσας τὴν ἐν αὐτῷ τῶν παρὰ φύσιν παθῶν σχέσιν κατήργησεν.

Οὗτός ἐστιν ὁ Κύριός μου καὶ Θεός μου Χριστὸς Ἰησοῦς, ὃν ὡς δρέπανον ἑώρακεν ὁ προφήτης, εἴκοσι πήχεων τὸ μῆκοςπεριεκτικὸς γὰρ πάσης τῆς ἐπὶ τοῖς αἰσθητοῖς ἐστιν αἰσθητικῆς ἐνεργείαςκαὶ δέκα πήχεων τὸ πλάτοςὁριστικὸς γὰρ πάσης λογικῆς ὑπάρχει κινήσεως ὁ ἐμὸς Θεὸς καὶ Σωτήρφασὶ γάρ· τὸ ἀριθμεῖν μόνου κατὰ φύσιν ἐστὶ τοῦ λογικοῦ, παντὸς δὲ ἀριθμοῦ περιοχὴ καὶ τέλος ἐστὶν ἡ δεκάς. Ἄρα περιεκτικὸς οὐ μόνον αἰσθητικῶν δυνάμεων, ἀλλὰ καὶ νοερῶν ἐνεργειῶν ἐστιν ὁ τοῦ Θεοῦ Λόγος, ὡς μὴ μόνον σωμάτων ἀλλὰ καὶ τῶν ἀσωμάτων δημιουργός.

∆ρέπανον δὲ προσηγορεύθη κατὰ τὴν ὅρασιν(20) οὐ μόνον ὡς θερίζων τῆς λογικῆς φύσεως ἣν αὐτὸς οὐκ ἔσπειρεν κακίαν καὶ συνάγων ἣν αὐτὸς οὐ διεσκόρπισε φύσιν, ἀλλὰ καὶ ὡς δρεπόμενος καὶ εἴσω τῶν θείων ἀποθηκῶν τοὺς σῳζομένους ποιούμενος, πρὸς δὲ καὶ ὡς ταῖς ἐνεργείαις τῶν ἀρετῶν εὐαφῶς(21) ταῖς πρακτικαῖς δυνάμεσι τῆς ψυχῆς συμφυόμενος.